Σάββατο 31 Δεκεμβρίου 2022

† Κυριακῇ 1 Ἰανουαρίου 2023


 Ἡ κατὰ σάρκα Περιτομὴ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. 
† Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου τοῦ Μεγάλου.


Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν
Κεφ. β' : 20-21, 40-52

Τῷ καιρῷ ἐκείνῳ, ὑπέστρεψαν οἱ Ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς. Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ Παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ Ἀγγέλου, πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. Τὸ δὲ Παιδίον ηὔξανε, καὶ ἐκραταιοῦτο πνεύματι, πληρούμενον σοφίας· καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό. Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς ῾Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς ῾Ιεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς, καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς, ὑπέμεινεν ᾿Ιησοῦς ὁ παῖς ἐν ῾Ιερουσαλήμ· καὶ οὐκ ἔγνω ᾿Ιωσὴφ καὶ ἡ Μήτηρ αὐτοῦ. Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν, ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ, ζητοῦντες αὐτόν. Καὶ ἐγένετο, μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ῾Ιερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα αὐτούς. Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ, ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν, ἐξεπλάγησαν· καὶ πρὸς αὐτὸν ἡ Μήτηρ αὐτοῦ εἶπε· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ Πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτοὺς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα, ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾿ αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρέτ· καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ Μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ᾿Ιησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.



Ὁ Ἀπόστολος

Προκείμενον. Ἦχος α΄

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. β' : 8-12

δελφοί, βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.


Ἀλληλούϊα. Ἦχος πλ. δ΄

Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.
Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν.


Εἰς τόν Ὄρθρον
Τὸ Ζ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατά Ἰωάννην
Κεφ. κ' : 1-10

Τῇ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον΄ καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητὴν, ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς΄ Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ΄ καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια΄ οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα΄ καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.