Σάββατο, 31 Μαρτίου 2012

† Κυριακή 1 Απριλίου, Ε' Νηστειών

Ευαγγελική Περικοπή,

Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. ι' : 32-45

Τ
ῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν· Ὅτι ἰδοὺ, ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς Ἀρχιερεῦσι καὶ τοῖς Γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτὸν, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ προσπορεύονται αὐτῷ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης, οἱ υἱοὶ Ζεβεδαίου, λέγοντες· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν, ποιήσῃς ἡμῖν. Ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε ποιῆσαί με ὑμῖν; Οἱ δὲ εἶπον αὐτῷ· Δὸς ἡμῖν, ἵνα εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου, καθίσωμεν ἐν τῇ δόξῃ σου. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; Οἱ δὲ εἶπον αὐτῷ· Δυνάμεθα. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Τὸ μὲν ποτήριον, ὃ ἐγὼ πίνω, πίεσθε· καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται. Καὶ ἀκούσαντες οἱ Δέκα, ἤρξαντο ἀγανακτεῖν περὶ ᾿Ιακώβου καὶ ᾿Ιωάννου. Ὁ δὲ ᾿Ιησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος· καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Απόστολος,

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
Κεφ. θ' : 11-14

δελφοί, Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ' ἔστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

Παρασκευή, 30 Μαρτίου 2012

Στις 19:00 η Ακολουθία του Ακαθίστου Ύμνου





Σήμερα, Παρασκευή 30 
Μαρτίου 2012, στις 
19:00, στον Ιερό Ναό 
Παντανάσσης, θα 
τελεστεί η Ακολουθία 
του Ακαθίστου Ύμνου 
προς τιμήν  της Υπεραγίας Θεοτόκου.

Σάββατο, 24 Μαρτίου 2012

† Κυριακή 25 Μαρτίου, Δ' Νηστειών (Ὁ Εὐαγγελισμός τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας) - (᾿Εθνικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλληνικῆς ἐπανα­στά­σεως τοῦ 1821)


Ευαγγελική Περικοπή,

Ἐκ τοῦ κατὰ Λουκᾶν

Κεφ. α' : 24-38

ν ἐν ταῖς ἡμέραις ἐκείναις συνέλαβεν ᾿Ελισάβετ ἡ γυνὴ Ζαχαρίου, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα· Ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις, αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. ᾿Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ, ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα ᾿Ιωσήφ, ἐξ οἴκου Δαυΐδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ Ἄγγελος πρὸς αὐτὴν, εἶπε· Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ, συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν. Οὗτος ἔσται μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ᾿Ιακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν Ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ Ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ῞Αγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Καὶ ἰδοὺ ᾿Ελισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Εἶπε δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ᾿ αὐτῆς ὁ Ἄγγελος.

Απόστολος,

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τό ᾽Ανάγνωσμα.
Κεφ. β' : 11-18

δελφοί, ὅ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι᾿ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»· καὶ πάλιν· «Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ᾿ αὐτῷ»· καὶ πάλιν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός». Ἐπεὶ οὖν «τὰ παιδία» κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ᾿ ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ «σπέρματος ᾿Αβραὰμ» ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Πέμπτη, 22 Μαρτίου 2012

Δ’ Χαιρετισμοί

Αύριο, Παρασκευή 23 Μαρτίου 2012 στις 19:00

στον Ιερό Ναό Παντανάσσης, θα ψαλλεί η Δ' Στάσις του Ακαθίστου Ύμνου προς τιμήν της Θεοτόκου


Ἀκάθιστος Ὕμνος – Δ’ Στάσις


 

Τεῖχος εἶ τῶν παρθένων,
Θεοτόκε Παρθένε,
καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων.
Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
κατεσκεύασέ σε ποιητής, Ἄχραντε,
οἰκήσας ἐν τῇ μήτρα σου,
καὶ πάντας σοι προσφωνεῖν διδάξας·
Χαῖρε, ἡ στήλη τῆς παρθενίας,
χαῖρε, ἡ πύλη τῆς σωτήριας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως,
χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς,
χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα,
χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλὴ κουροτρόφε παρθένων,
χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται,
συνεκτείνεσθαι σπεύδων,
τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου·
ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς,
ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε,
οὐδὲν τελοῦμεν ἄξιον,
ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν·
Ἀλληλούια.

Φωτοδόχον λαμπάδα,
τοῖς ἐν σκότει φανεῖσαν,
ὁρῶμεν τὴν ἁγίαν Παρθένον·
τὸ γὰρ ἄυλον ἅπτουσα φῶς,
ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας,
αὐγῇ τὸν νοῦν φωτίζουσα,
κραυγῇ δὲ τιμωμένη ταῦτα·
Χαῖρε, ἀκτὶς νοητοῦ ἡλίου,
χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
Χαῖρε, ὅτι τὸν πολύρρυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον.
Χαῖρε, λουτὴρ ἔκπλυνων συνείδησιν,
χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας,
χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας,
ὀφλημάτων ἀρχαίων,
ὁ πάντων χρεωλύτης ἀνθρώπων,
ἐπεδήμησε δι’ἑαυτοῦ,
πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος·
καὶ σχίσας τὸ χειρόγραφον,
ἀκούει παρὰ πάντων οὕτως·
Ἀλληλούια.

Ψάλλοντές σου τὸν τόκον,
ἀνυμνοῦμέν σε πάντες,
ὡς ἔμψυχον ναόν, Θεοτόκε.
Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί,
ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος,
ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας·
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου,
χαῖρε, Ἁγία ἁγίων μείζων.
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι,
χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν,
χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος,
χαῖρε, τῆς Βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἧς ἐγείρονται τρόπαια,
χαῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὦ πανύμνητε Μῆτερ,
ἡ τεκοῦσα τὸν πάντων ἁγίων,
ἁγιώτατον Λόγον·
δεξαμένη γὰρ τὴν νῦν προσφοράν,
ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας,
καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως,
τοὺς σοὶ βοῶντας·
Ἀλληλούια.

Τετάρτη, 21 Μαρτίου 2012

Μέγας Κατανυκτικός Εσπερινός



Στον Ιερό Ναό Παντανάσσης
στα Καταφυγιώτικα Κατερίνης, θα τελεστεί,

Μέγας Κατανυκτικός Εσπερινός
την Κυριακή 25 Μαρτίου 2012 στις 18:30.

Ομιλητής θα είναι ο Αρχιμανδρίτης,
της Ιεράς Μονής Αγίου Διονυσίου εν Ολύμπω,
Πατήρ Εφραίμ 

Εκ του Ιερού Ναού

Δευτέρα, 19 Μαρτίου 2012

Κυριακή της Σταυροπροσκυνήσεως

Με λαμπρότητα εορτάσθηκε χθες η Γ’ Κυριακή των Νηστειών της Μεγάλης Τεσσαρακοστής (Κυριακή της προσκυνήσεως του Τιμίου και Ζωοποιού Σταυρού) στον Ιερό Ναό Παντανάσσης Καταφυγιωτών Κατερίνης.



Πλήθος πιστών, κατέκλυσε τον Ιερό Ναό και παρακολούθησε με κατάνυξη την περιφορά  του Τιμίου και Ζωοποιού Σταυρού στο εσωτερικό του Ναού.



Οι Ιερείς του Ναού π. Πέτρος και π. Δημήτριος, μοίρασαν στους πιστούς που προσήλθαν να προσκυνήσουν τον Τίμιο Σταυρό, λουλούδια, ευχόμενοι '' Καλή Ανάσταση ''.


Έπειτα ξεκίνησε η Θεία Λειτουργία, στο τέλος της οποίας τελέστηκε Ιερόν Μνημόσυνον εις μνήμην των Ευεργετών, Δωρητών, Επιτρόπων και Ιερέων του Ναού της Παντανάσσης.

Κυριακή, 18 Μαρτίου 2012

Σχολή Γονέων Κατερίνης


Αύριο Δευτέρα, 19 Μαρτίου 2012, στις 19:00, στο Πνευματικό Κέντρο του Δήμου Κατερίνης, θα μιλήσει ο Μοναχός της Νέας Σκήτης Αγίου Όρους, Γέρων Νίκων, με θέμα '' Το Άγιον Όρος σήμερα ''.

Χαιρετισμοί του Τιμίου Σταυρού

Οι 24 οίκοι εις την νοητήν κλίμακα του Τιμίου Σταυρού‏


 
Κοντάκιον. Ήχος πλ. δ'. Τη Υπερμάχω...

Ω τρισμακάριστε Σταυρέ και πανσεβάσμιε, σε προσκυνούμεν οι πιστοί και μεγαλύνομεν, αγαλλόμενοι τη θεία σου ανυψώσει. Αλλ' ως τρόπαιον και όπλον απροσμάχητον, περιφρούρει τε και σκέπε τη ση χάριτι, τοις σοι κράζοντας· Χαίρε, Ξύλον μακάριον.

Οι οίκοι.

Άγγελοι ουρανόθεν, αοράτως κυκλούσι, Σταυρόν τον ζωηφόρον εν φόβω· και φωτοπάροχον χάριν λαμπρώς παρεχόμενον, νυν τοις πιστοίς βλέποντες, εξίστανται, και ίστανται βοώντες προς αυτόν τοιαύτα·

Χαίρε, Σταυρέ, οικουμένης φύλαξ· χαίρε, η δόξα της Εκκλησίας. 
Χαίρε, ο πηγάζων αφθόνως ιάματα· χαίρε, ο φωτίζων του κόσμου τα πέρατα. 
Χαίρε, ξύλον ζωομύριστον, και θαυμάτων θησαυρέ· χαίρε, συνθετοτρισόλβιε, και χαρίτων παροχεύ. 
Χαίρε, ότι υπάρχεις υποπόδιον θείον· χαίρε, ότι ετέθης εις προσκύνησιν πάντων. 
Χαίρε, κρατήρ του νέκταρος έμπλεως· χαίρε, λαμπτήρ της άνω λαμπρότητος. 
Χαίρε, δι' ου ευλογείται η κτίσις· χαίρε, δι' ου προσκυνείται ο Κτίστης.

Χαίρε, Ξύλον μακάριον.

Βλέπουσα η Ελένη εαυτήν εν εφέσει, φησί τω Βασιλεί θαρσαλέως· Το παμπόθητόν σου της ψυχής ευχερέστατόν μου τη σπουδή φαίνεται· ζητούσα γουν το κράτιστόν σοι τρόπαιον, ως λέγεις, κράζω·

Αλληλούϊα.

Γνώσιν άγνωστον πρώην Βασίλισσα γνούσα, εβόησε προς τους υπουργούντας· Εκ λαγόνων της γης ευρείν εν τάχει, και δούναι τον Σταυρόν σπεύσατε, προς ον ιδούσα έφησεν εν φόβω, πλην κράζουσα ούτω·

Χαίρε, χαράς της όντως σημείον· χαίρε, αράς της αρχαίας λύτρον. 
Χαίρε, θησαυρός εν τη γη φθόνω κρυπτόμενος· χαίρε, ο φανείς εν τοις άστροις τυπούμενος. 
Χαίρε, τετρακτινοπύρσευτε και πυρίμορφε Σταυρέ· χαίρε, κλίμαξ υψοστήρικτε προοραθείσά ποτέ. 
Χαίρε, το των Αγγέλων γαληνόμορφον θαύμα· χαίρε, το των δαιμόνων πολυστένακτον τραύμα. 
Χαίρε, τερπνόν του Λόγου κειμήλιον· χαίρε, πυρός της πλάνης σβεστήριον. 
Χαίρε, Σταυρέ, απορούντων προστάτα· χαίρε, στερρέ ευδρομούντων αλείπτα.

Χαίρε, Ξύλον μακάριον.

Δύναμις η του Ξύλου, επιδέδεικται τότε, προς πίστωσιν αληθή τοις πάσι και την αφωνόν τε καί νεκράν προς ζωήν ανέστησε, φρικτόν θέαμα τοις μέλλουσι καρπούσθαι σωτηρίαν, εν τω μέλπειν ούτως·

Αλληλούϊα.

Έχουσα η Ελένη, το αήττητον όπλον, ανέδραμε προς τον ταύτης γόνον· ο δε, μέγα σκιρτήσας ευθύς, επιγνούς τον μέγιστον Σταυρόν, έχαιρε, και άλμασιν ως άσμασιν εβόα προς αυτόν τοιάυτα·

Χαίρε, Σταυρέ, του φωτός δοχείον· χαίρε, Σταυρέ, της ζωής ταμείον. 
Χαίρε, ο δοτήρ χαρισμάτων του Πνεύματος· χαίρε, ο λιμήν ποντοπόρων αχείμαστος. 
Χαίρε, τράπεζα βαστάζουσα ώσπερ θύμα τον Χριστόν· χαίρε, κλήμα, βότρυν πέπειρον, φέρον οίνον μυστικόν. 
Χαίρε, ότι τα σκήπτρα των ανάκτων φυλάττεις· χαίρε, ότι τας κάρας των δρακόντων συνθλάττεις. 
Χαίρε, λαμπρόν της πίστεως γνώρισμα· χαίρε, παντός του κόσμου διάσωσμα. 
Χαίρε, Θεού προς θνητούς ευλογία· χαίρε, θνητών προς Θεόν μεσιτεία.

Χαίρε, Ξύλον μακάριον.

Ζήλον ένδοθεν θείον, η Ελένη λαβούσα, εζήτησε και εύρε σπουδαίως, τον εν γη κρυπτόμενον Σταυρόν, και δεικνύμενον εν ουρανώ Άνακτι· ον ύψωσε· και βλέπων το πολίτευμα, εν πίστει έφη·

Αλληλούϊα.

Ηλιόμορφος ώφθη, ο Σταυρός εν τω κόσμω, και πάντες φωτισμού εμπλησθέντες, και δραμόντες ως προς αστέρα θεωρούσι τούτον ως καλών αίτιον, εν ταις χερσί ταις θείαις υψωθέντα· ον υμνούντες είπον·

Χαίρε, αυγή νοητού Ηλίου· χαίρε, πηγή ακενώτου μύρου. 
Χαίρε, του Αδάμ και της Εύας ανάκλησις· χαίρε, των αρχόντων του άδου η νέκρωσις. 
Χαίρε, ότι ανυψούμενος συνανυψοίς νυν ημάς· χαίρε, ότι προσκυνούμενος καθαγιάζεις τας ψυχάς. 
Χαίρε, των Αποστόλων κοσμοκήρυκτον κλέος· χαίρε, των αθλοφόρων ευμενέστατον σθένος. 
Χαίρε, Σταυρέ, Εβραίων ο έλεγχος· χαίρε, πιστών ανθρώπων ο έπαινος. 
Χαίρε, δι' ου κατεβλήθη ο άδης· χαίρε, δι' ου ανατέταλκε χάρις.

Χαίρε, Ξύλον μακάριον.

Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τη τούτου νυν προσέλθωμεν σκέπη· και ως όπλον κρατούντες αυτό, δι' αυτού τροπούμεν των εχθρών φάλαγγας, και ψαύοντες τον άψαυστον, τοις χείλεσιν αυτώ βοώμεν·

Αλληλούϊα.

Ίδε φως ουρανόθεν, ο Κωνσταντίνος ο μέγας, δεικνύμενον Σταυρού το σημείον, δι' αστέρων, εν ω και νικάν πολεμίων πληθύν, έσπευσε το Ξύλον φανερώσαι, και βοήσαι προς αυτό τοιαύτα·

Χαίρε, βουλής της αρρήτου πέρας· χαίρε, λαού ευσεβούντως κέρας. 
Χαίρε, πολεμίων ο τρέπων τας φάλαγγας· χαίρε, φλοξ καθάπερ φλέγων τους δαίμονας. 
Χαίρε, σκήπτρον επουράνιον του Βασιλέως του στρατού· χαίρε, τρόπαιον αήττητον του φιλοχρίστου στρατού·
Χαίρε, ο των βαρβάρων την αφρύν καταβάλλων· χαίρε, ο των ανθρώπων τας ψυχάς περιέπων. 
Χαίρε, κακών πολλών αμυντήριον· χαίρε, καλών πολλών βραβευτήριον. 
Χαίρε, δι' ου Χριστοφόροι σκιρτώσι· χαίρε, δι' ου Ιουδαίοι θρηνούσι.

Χαίρε, Ξύλον μακάριον.

Κλίμαξ ουρανομήκης, ο Σταυρός του Κυρίου εγένετο· τους πάντας ανάγων από γης προς ύψος ουρανού, τοις χοροίς Αγγέλων συνοικείν πάντοτε, αφέντας τα νυν όντα ως μη όντα, και ειδότας ψάλλειν·

Αλληλούϊα.

Λάμψας φως επί πάσιν, ο Σωτήρ τοις εν άδη εφώτισας τους κάτω κειμένους· πυλωροί δε άδου την αυγήν μη ενέγκαντές σου, ως νεκροί πεπτώκασιν· οι τούτων δε ρυσθέντες, νυν ορώντες τον Σταυρόν βοώσι·

Χαίρε, ανάστασις τεθνεώτων· χαίρε, παράκλησις των πενθούντων. 
Χαίρε, των ταμείων του άδου η κένωσις· χαίρε, Παραδείσου τρυφής η απόλαυσις. 
Χαίρε, ράβδος η ποντίσασα τον Αιγύπτιον στρατόν· χαίρε αύθις, η ποτίσασα Ισραηλίτην λαόν. 
Χαίρε, έμψυχον Ξύλον, του Ληστού σωτηρία· χαίρε, εύοσμον ρόδον, ευσεβών ευωδία. 
Χαίρε, τροφή πεινώντων εν πνεύματι· χαίρε, σφραγίς, ην έλαβον άνθρωποι. 
Χαίρε, Σταυρέ, μυστυρίων η θύρα· χαίρε, εξ ου ρείθρα χέονται θεία.

Χαίρε, Ξύλον μακάριον.

Μέλλοντος Μωϋσέως, το πολύμοχθον γένος, λυτρώσασθαι εκ του λυμεώνος, επεδόθης ως ράβδος αυτώ, αλλ' εγνώσθης τούτο και Θεού σύμβολον· διόπερ κατεπλάγη σου Σταυρέ, την δυναστείαν κράζων·

Αλληλούϊα.

Κυριακάτικο Κήρυγμα




Γ΄ Κυρ. Νηστειῶν – Σταυροπροσκυνήσεως
ΓIATI ΤΙΜΟΥΜΕ ΤΟ ΣΤΑΥΡΟ
«Tὸν σταυρόν σου προσκυνοῦμεν, Δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν»


Στὸν αἰῶνα ποὺ ζοῦμε, ἀγαπητοί μου, οἱ ἄν­θρωποι ἔχουν θεοποιήσει τὸ χρῆμα. Παρα­πάνω ὅμως ἀπὸ τὸ χρῆμα ἔχει ἀξία ὁ χρόνος. Ἀκόμα καὶ ἕνα λεπτό, ἀπὸ πνευματικῆς πλευρᾶς, ἔχει ἀνυπολόγιστη ἀξία. Διότι μέσα σ᾽ αὐτὸ ὁ ἄνθρωπος, ἐὰν θελήσῃ νὰ μετανοή­σῃ, μπορεῖ νὰ πῇ τὸ «Ἥμαρτον», «Ὁ Θεός, ἱλάσθη­τί μοι τῷ ἁμαρτωλῷ» καὶ «Μνήσθητί μου, Κύ­ριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου» (Λουκ. 15,18· 18,13· 23,42).
Ἀλλ᾽ ἐὰν κάθε χρόνος ἔχῃ ἀξία, πολὺ περισ­σότερο οἱ σα­ράντα αὐτὲς ἡμέρες, ἡ ἁγία καὶ Με­γάλη Τεσσα­ρακοστή. Εἶνε ἡ­μέρες νηστείας, προσευχῆς, ἐ­λεημοσύ­νης, κατανύξεως, δακρύ­ων, ἀσκήσεως σὲ κάθε ἀρετή. Στὰ παλιὰ τὰ εὐ­λογημένα χρόνια τέτοιες μέρες βιολιὰ δὲν ἄ­κουγες, χοροὶ δὲν γίνονταν, οἱ διασκεδάσεις σταματοῦ­σαν. Ἦ­ταν ἡμέρες ἅγιες. Ὦ Πόντε καὶ Μικρὰ Ἀσία καὶ Μακεδονία, ποῦ εἶστε;… Τώρα γέμισε ὁ τόπος κέντρα διασκεδάσεως.
Οἱ πιστοὶ λοιπὸν σήμερα, τρίτη (Γ´) Κυριακὴ τῶν Νη­στειῶν, βρισκόμαστε στὴ μέση τῆς Τεσ­σαρα­κοστῆς, ποὺ ὑψώνεται ὁ τίμιος σταυ­ρός. Γιατί ὑψώνεται ὁ σταυρός; Ὑπάρχει λόγος. Ἡ ζωή μας εἶνε μία ὁδοιπορία, εἴμαστε ὁ­δοιπόροι. Καὶ ὁ δρόμος τοῦ πιστοῦ Χριστιανοῦ δὲν εἶνε εὔ­κολος· εἶνε «τεθλιμμένη ὁ­δός» (Ματθ. 7,14), Γολγοθᾶς. Ὅπως λοιπὸν ὁ ὁ­δοιπόρος ἔχει ἀ­νάγκη ν᾽ ἀναπαυ­θῇ κι ὅταν δῇ ἕνα δέν­τρο κάθεται στὴ σκιά του καὶ παίρνει δυνάμεις γιὰ νὰ συ­νεχίσῃ, ἔτσι κ᾽ ἐ­μεῖς, στὴ μέση τῆς Σαρακοστῆς, ἔχουμε ἀνάγ­κη ἐνισχύσεως καὶ τρέχουμε κάτω ἀ­πὸ τὴ σκιὰ τοῦ σταυροῦ. Δέν­τρο εἶνε ὁ σταυρός, ἀντίθετο πρὸς τὸ δέντρο τῆς Ἐδέμ, ἀπ᾽ τὸ ὁποῖο ἔφαγαν οἱ προπάτορές μας καὶ ἔ­πεσαν, δέν­τρο εὐσκιόφυλλο καὶ ἀγλαόκαρπο.
Ὁ σταυρὸς τοῦ Κυρίου! Τί ὕμνους, τί ἐγ­κώ­μια νὰ τοῦ ψάλουμε; Ὁ σταυρὸς εἶνε «τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀν­θρώπου» (Ματθ. 24,30), ἡ ῥομφαία τῆς μάχης, ἡ μάχαιρα τοῦ Πνεύματος, τὸ ἀκατανίκητο ὅπλο, τὸ σάλπισμα τοῦ Χριστοῦ, ἡ σημαία τοῦ Ἐσταυρω­μένου· εἶνε ἡ δροσερὴ ὄασι, εἶνε ἡ ἕδρα ἀ­πὸ τὴν ὁποία ἀκούγονται τὰ ὑψηλότερα μαθή­μα­τα, εἶνε τὸ στολίδι, ἡ κορώνα, «ἡ ὡραιό­της τῆς Ἐκκλησίας» (ἐξαπ.). Πτωχὴ ἡ γλῶσσα μας γιὰ νὰ ἐκφράσῃ τὸ μεγαλεῖο του.
Ὁ μεγαλύτερος ὑμνητὴς τοῦ σταυροῦ εἶνε ὁ ἀπόστολος Παῦλος. Τί εἶπε; Διαβάστε τὴν πρὸς Γαλάτας ἐπιστολή. Ἂς καυχῶνται, λέει, ἄλλοι γιὰ ἄλλα πράγματα· ὁ ἕνας γιὰ τὰ πλούτη του, ὁ ἄλλος γιὰ τὴν ὀμορφιά του, ἄλλος γιὰ τὴ γυναῖκα του, ἄλλος γιὰ τὰ παιδιά του, ἄλ­λος γιὰ τὰ λεφτά του, ἄλλος γιὰ τὴ σοφία καὶ ἐπιστήμη του. Ἐγὼ γιὰ ἕνα καυχῶμαι· γιὰ τὸ σταυρὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τοῦ ὁποίου «ἐμοὶ κόσμος ἐσταύρωται κἀ­γὼ τῷ κόσμῳ» (Γαλ. 6,14). Ὁ σταυρὸς εἶνε τὸ καύχημά μας. Γιατί ἆραγε τόση τιμὴ στὸ σταυρό;
* * *
Ὁ Χριστός μας ὑπῆρξε ἅγιος, ἀγαπητοί μου. Ἅγιος ὄχι μὲ ἔννοια σχετική, ὅπως τόσοι ἄν­θρωποι ποὺ ἁγίασαν, ἀλλὰ μὲ τὴν ἀπόλυτη ἔν­νοια. Οἱ ἄλλοι εἶνε κλάσμα ἁγιότητος· ἐκεῖ­νος εἶνε ἡ ἀκεραία μονάς, ἡ πλήρης ἁγιότης. «Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δό­ξαν Θεοῦ Πατρός· ἀμήν» (Φιλ. 2,11 καὶ θ. Λειτ.). Ἐνῷ καὶ ὁ ἥ­λιος ἀκόμη ἔχει τὶς κηλῖδες του, ὁ Χριστὸς εἶ­νε ὁ ἀκηλίδωτος «ἥλιος τῆς δικαιοσύνης» (Χριστούγ.). Αὐ­τὸ προφήτευαν οἱ προφῆτες, αὐτὸ βεβαιώ­νουν καὶ οἱ μαθηταί του, ποὺ τὸν ἔζησαν· «Ἁμαρ­τίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόμα­τι αὐτοῦ» (Ἠσ. 53,9. Α΄ Πέτρ. 2,22). Αὐτὸ ὁμολογεῖ ὁ Πι­λᾶτος ποὺ τὸν ἀνέκρινε· «Οὐδὲν ἄ­ξι­ον θα­νάτου εὗρον ἐν αὐτῷ» (Λουκ. 23,22· βλ. 23,4,14), εἶνε τελεί­ως ἀ­θῷος. Αὐτὸ ὁμολογεῖ καὶ ὁ λῃστὴς ἐπάνω στὸ σταυρὸ ποὺ ἐπιτιμοῦσε τὸν ἄλλο λῃστὴ λέ­γον­τας· «Ἡμεῖς… ἄξια ὧν ἐπράξαμεν ἀπολαμ­βά­νομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε» (ἔ.ἀ. 23,41).
Γιατί λοιπόν, ἀθῷος αὐτός, καταδικάσθηκε στὸν πιὸ ὀδυνηρὸ θάνατο, τὸν σταυρικό; Ποιός ὁ λόγος τοῦ θανάτου Του; Ἀπαντᾷ ὁ Ἠσαΐας· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡ­μῶν ὀδυνᾶται» (Ἠσ. 53,4). Ὁ Χριστὸς ἐπάνω στὸ σταυρὸ εἶνε ὁ ἀντικαταστάτης ὅλων μας. Μὲ ἁ­πλᾶ λόγια, αὐτὰ ποὺ ἔπαθε ὁ Χριστὸς ἔπρεπε νὰ τὰ πάθουμε ἐμεῖς. Τὰ δικά μας χέρια, ποὺ κάνουν μύριες ἁμαρτίες, ἔπρε­πε νὰ καρφωθοῦν μὲ τὰ μυτερὰ καρφιά, ὄχι τὰ χέρια τοῦ Χριστοῦ, ποὺ ὅπου ἄγγιζε εὐεργετοῦ­σε. Τὰ δικά μας πόδια, ποὺ τρέχουν στὴν ἁ­μαρτία, ἔπρεπε νὰ καρφωθοῦν, ὄχι τὰ πόδια τοῦ Χριστοῦ, ποὺ ὅ­που πατοῦσε ἔφερνε τὴν ἀλήθεια καὶ τὸ φῶς. Ἡ δική μας πλευρά, ποὺ κρύβει μιὰ βρωμερὴ καρ­διά, ἔπρεπε νὰ κεν­τηθῇ μὲ τὴ λόγχη, ὄχι ἡ πλευ­ρὰ τοῦ Χριστοῦ, ποὺ ἐκάλυπτε τὴν πιὸ ἁγία καρ­δία. Ἡ δική μας γλῶσσα, ποὺ «κόκκαλα δὲν ἔ­χει καὶ κόκκαλα τσακίζει», ἔπρεπε νὰ ποτισθῇ μὲ ξίδι καὶ χολή, ὄχι ἡ γλῶσσα τοῦ Χριστοῦ, ποὺ κάθε λόγος του εἰρήνευε τὶς ψυχές. Καὶ ἡ δική μας κεφαλή, ποὺ κρύβει μία πονηρὴ διάνοια, θὰ ἔ­πρεπε νὰ αἰσθανθῇ τὶς αἰχμὲς τοῦ ἀγκάθι­νου στεφάνου, ὄχι ἡ ἀκήρατος κεφαλὴ τοῦ Χριστοῦ.
Φαν­ταστῆτε μιὰ τεράστια ζυγαριὰ μὲ δύο δίσκους, ποὺ νὰ κρέμεται ἀπὸ τὰ ἄστρα. Καὶ στὸν ἕνα δίσκο της ἂς βάλουμε τὰ ἁμαρτήματα ὅ­λων τῶν ἀνθρώπων· τοῦ Ἀδάμ, τῆς Εὔας, τοῦ Κάϊν, ὅλων τῶν θνητῶν ἀπὸ τὸν πρῶτο μέχρι τὸν τελευταῖο· τὰ ἁμαρτήματα τὰ δικά μου, τὰ δικά σας, τῶν γονέ­ων, παιδιῶν, συζύγων, τῶν πλου­σί­ων, τῶν φτωχῶν, τῶν ἀρχόντων, τῶν κλη­ρι­κῶν, τὰ ἁμαρτήματα ὅλων. Τί θὰ γίνῃ; Ἀπὸ τὸν ὄγκο ἡ ζυγαριὰ θὰ κλίνῃ πρὸς τὰ ᾽κεῖ. Διότι κάθε ἁμαρτία εἶνε ἕνα βάρος, Ὄλυμπος, Ἱμαλάια. Τὸ εἶπε ὁ Δαυΐδ· «Αἱ ἀνομίαι μου …ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ» (Ψαλμ. 37,5).
Βάρος! Ποιός θὰ σηκώσῃ τὸ βάρος αὐτό, ποιός θὰ ἐξαλείψῃ τὸ χρέος τῶν ἁμαρτιῶν μας; Ἑκατὸ χρόνια νὰ ἀσκητεύῃς στὸ Ἅγιο Ὄρος, δὲν μπορεῖς μὲ τὰ ἔργα σου νὰ ἐξαλεί­ψῃς οὔτε τὴν πιὸ μικρή σου ἁμαρτία. Τὸ λέει ὁ ἀπό­στολος Παῦλος· Δὲ θὰ σωθοῦμε μὲ τὰ ἔργα μας· «ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ» (῾Ρωμ. 3,20). Πῶς λοιπὸν θὰ σωθοῦμε; πῶς ἡ ζυγαριὰ θὰ ἰσοστα­θμήσῃ; Εὐλογητὸς ὁ Θεός! Ξα­φνικὰ ἐπάνω στὸν ἄλλο δίσκο πέφτει – τί; μιὰ σταγόνα ἀπὸ τὸ αἷμα τοῦ Ἐσταυρωμένου. Καὶ αὐτὴ κάνει τὴν πλάστιγγα νὰ γείρῃ πρὸς τὸ μέρος της! τόση βαρύτητα ἔχει. Ἔτσι σῴζεται ὁ ἄν­θρωπος. Ἐὰν μπορού­σαμε νὰ σωθοῦμε μόνοι μας, δὲν θὰ ἐρχόταν ὁ Χριστὸς νὰ σταυρωθῇ.
Γι᾽ αὐτὸ λοιπὸν ὁ σταυρὸς εἶνε ἄξιος ἀγάπης, τιμῆς καὶ προσκυνήσεως.
* * *
Ἀγαποῦν πράγματι τὸ σταυρὸ οἱ ἄνθρωποι, ἀδελφοί μου; Ὄχι δυστυχῶς. Ἀμφιβάλλω ἐὰν μέσ᾽ στοὺς χίλιους ἕνας τὸν ἀγαπάει. Οἱ ἄλλοι εἶνε ἐχθροὶ τοῦ σταυροῦ. Ἐχθροὶ τοῦ σταυροῦ εἶνε λ.χ. οἱ χιλιασταί· τὸν μισοῦν ὅπως καὶ τὶς εἰκόνες, δὲν μποροῦν νὰ τὸν ἀν­τικρύσουν. Ἐ­χθροὶ τοῦ σταυροῦ εἶνε οἱ ὑλισταὶ καὶ ἄθεοι. Στὴν Ἀλβανία ἀκόμα καὶ μέσα ἀπὸ τὰ νεκροταφεῖα ὄργανα τοῦ Ἐμβὲρ Χότζα ξερρίζωναν τοὺς σταυρούς. Ἐχθροὶ τοῦ σταυροῦ εἶνε οἱ ἀλ­λόθρησκοι. Στὴν Κύπρο στρατιῶτες τοῦ Ἀτ­τίλα ἔσπαζαν σταυρούς. Καὶ γενικὰ ὅπου βασιλεύει τὸ ἰσλάμ, ὁ σταυρὸς ἀπαγορεύεται. Ὅ­πως τότε οἱ Ἑβραῖοι, ἔτσι σήμερα αὐτοὶ μισοῦν καὶ διώκουν τὸ σταυρό.
Μὰ καλὰ οἱ χιλιασταί, οἱ ἄθεοι, οἱ ὀπαδοὶ τῆς ἡμισελήνου· ὑπάρχουν ὅμως ―ἀλλοίμονο― καὶ κάποιοι λεγόμενοι χριστιανοὶ ποὺ εἶ­νε ἐχθροὶ τοῦ σταυροῦ. Συχνὰ ἀκούγονται ἔ­ξω κάποια ἀ­πύ­λωτα στόματα ποὺ βλαστημοῦν τὸ σταυρό. Οἱ Ἑβραῖοι ἔρριξαν τὸ σταυρὸ τοῦ Χριστοῦ στὰ κόπρια, καὶ οἱ βλάστημοι ἀνοίγουν τὰ στόματά τους καὶ τὸν ῥίχνουν ὄχι μέσα στὰ ἄνθη, ὅπως κάνει σήμερα ἡ Ἐκκλησία, ἀλλὰ μέσ᾽ στὸ βόρβορο καὶ στὴν ἀκαθαρσία. Ἀλλὰ «ὄψονται εἰς ὃν ἐξεκέντησαν» (Ἰωάν. 19,36).
Ἐχθροὶ τοῦ σταυροῦ ἀκόμη εἶνε – ποιοί; Καὶ ὅλοι ἐμεῖς. ―Ἐμεῖς; θὰ πῆτε· μὰ πῶς;… Προσέξατε τί λέει τὸ εὐαγγέλιο σήμερα; Ὅπως ὁ Χριστὸς σήκωσε τὸ σταυρό του, ἔτσι καλεῖ κ᾽ ἐμᾶς νὰ σηκώσουμε καθένας τὸ δικό του σταυ­ρό. «Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρ­νησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐ­τοῦ καὶ ἀκολουθείτω μοι» (Μᾶρκ. 8,34). Ποιός εἶνε ὁ σταυρός; γιὰ ἄλλον εἶνε ἡ φτώχεια καὶ δυσ­τυχία, γιὰ ἄλλον ἡ ἀρρώστια, ἡ χηρεία, ἡ ὀρφάνια, ὁ θάνατος, τὸ πένθος, ἡ συκοφαντία… Σταυροὶ εἶνε ὅλα αὐτά, ποὺ πρέπει νὰ τοὺς σηκώσουμε χωρὶς γογγυσμό. Ἂν γογγύσουμε, ῥίχνουμε ἀπὸ τὸν ὦμο τὸ σταυρό μας. Ὁ σταυ­ρὸς ποὺ σηκώνεις εἶνε πολὺ μικρὸς καὶ ἐλαφρός, μπροστὰ στὸ σταυρὸ ποὺ σήκωσε ὁ Χριστός μας καὶ οἱ μάρτυρες τῆς πίστεώς μας.
Ὄχι λοιπὸν ἐχθροὶ τοῦ σταυροῦ, ἀλλὰ τιμὴ στὸ σταυρό. Ὁ σταυρός, τὸ ἱερὸ καὶ ἅγιο σύμβολο, νὰ συνοδεύῃ παντοῦ καὶ πάντα τὴ ζωή μας. Ὅλα ν᾽ ἀρχίζουν καὶ νὰ τελειώνουν μὲ τὸ σταυρό. Καὶ νὰ τὸν σημειώνουμε ἐπάνω μας κανονικά, ὄχι νὰ ντρεπώμαστε.
Εἴθε ν᾽ ἀγαπήσουμε τὸ σταυρό, νὰ ἀφοσιω­θοῦμε στὸ σταυρό, ν᾽ ἀναπαυθοῦμε κάτω ἀπ᾽ τὸ σταυρό· κι ὅταν φτάσῃ ἡ τελευταία ὥρα τῆς ζωῆς μας, νὰ κλείσουμε τὰ μάτια μὲ τὸ σημεῖο τοῦ σταυροῦ λέγοντας «Μνήσθητί μου, Κύ­ριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου» (Λουκ. 23,42).

† ἐπίσκοπος Αὐγουστῖνος

(Ομιλία Μητροπολίτου Φλωρίνης π. Αυγουστίνου Καντιώτου στον ιερό ναό του Ἁγίου Ἰωάννου Πτολεμαΐδος 17-3-1985 πρωί)

Σάββατο, 17 Μαρτίου 2012

† Κυριακή 18 Μαρτίου, Γ' Νηστειών (Σταυροπροσκυνήσεως)

Ευαγγελική Περικοπή,

Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. η' : 34-38,  θ' :  1

Ε
ἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν, ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με, καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν Ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Απόστολος,

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
Κεφ. δ' : 14-16,  ε' : 1-6

δελφοί, ἔχοντες ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ᾿ ὁμοιότητα χωρὶς ἁμαρτίας. Προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ ὁ Ἀαρών. Οὔτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ᾿ ὁ λαλήσας πρὸς αὐτόν· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε»· καθὼς καὶ ἐν ἑτέρῳ λέγει· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ».

Πέμπτη, 15 Μαρτίου 2012

Γ’ Χαιρετισμοί

Αύριο, Παρασκευή 16 Μαρτίου 2012 στις 19:00
στον Ιερό Ναό Παντανάσσης, θα ψαλλεί η Γ' Στάσις του Ακαθίστου Ύμνου προς τιμήν της Θεοτόκου


Ἀκάθιστος Ὕμνος – Γ’ Στάσις

 

Νέαν ἔδειξε κτίσιν,
ἐμφανίσας ὁ Κτίστης,
ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις·
ἐξ ἀσπόρου βλαστήσας γαστρός,
καὶ φυλάξας ταύτην,
ὥσπερ ἦν ἄφθορον,
ἵνα τὸ θαῦμα βλέποντες,
ὑμνήσωμεν αὐτὴν βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας,
χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες,
ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες·
διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός,
ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος·
βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος,
τοὺς αὐτῷ βοώντας·
Ἀλληλούια.

Ὅλως ἦν ἐν τοῖς κάτω,
καὶ τῶν ἄνω οὐδόλως ἀπῆν,
ὁ ἀπερίγραπτος Λόγος·
συγκατάβασις γὰρ θεϊκή,
οὐ μετάβασις τοπικὴ γέγονε,
καὶ τόκος ἐκ Παρθένου θεολήπτου,
ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ,
χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,
χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις,
χαῖρε, δι' ἧς ἠνοίχθη παράδεισος.
Χαῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,
χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων,
κατεπλάγη τὸ μέγα,
τῆς σῆς ἐνανθρωπήσεως ἔργον·
τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν,
ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον,
ἡμῖν μὲν συνδιάγοντα,
ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
Ἀλληλούια.

Ρήτορας πολυφθόγγους,
ὡς ἰχθύας ἀφώνους,
ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε·
ἀποροῦσι γὰρ λέγειν,
τὸ πῶς καὶ Παρθένος μένεις,
καὶ τεκεῖν ἴσχυσας·
ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες,
πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτὶ ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί,
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χαῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,
χαῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι,
χαῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Σῶσαι θέλων τὸν κόσμον,
ὁ τῶν ὅλων κοσμήτωρ,
πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε·
καὶ ποιμὴν ὑπάρχων ὡς Θεός,
δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος·
ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας,
ὡς Θεὸς ἀκούει·
Ἀλληλούια.

Μνημόσυνον Ιερού Ναού Παντανάσσης


Την ερχόμενη Κυριακή, 18 Μαρτίου 2012, στον Ιερό Ναό Παντανάσσης, θα τελεστεί Επιμνημόσυνη Δέηση υπέρ αναπαύσεως των ψυχών των Ευεργετών, Δωρητών, Επιτρόπων και Ιερέων του Ιερού Ναού Παντανάσσης Καταφυγιωτών Κατερίνης.

Καλούμαστε όλοι μας, να τιμήσουμε με την παρουσία μας, την μνήμη των κεκοιμημένων αδελφών ημών.

Κυριακή, 11 Μαρτίου 2012

Κυριακάτικο Κήρυγμα


thauma paralitou
Κήρυγμα Κυριακής Β' Νηστειών

«Τέκνον αφέωνταί σοι αι αμαρτίαι σου»

Αγαπητοί μου αδελφοί,

Στη σημερινή ευαγγελική περικοπή, της Δευτέρας Κυριακής των νηστειών, ο Ευαγγελιστής Μάρκος μας καταγράφει το θαύμα της θεραπείας του Παραλυτικού της Καπερναούμ. Ο άνθρωπος αυτός, δυστυχής και ταλαίπωρος, βρίσκεται καθηλωμένος στο κρεβάτι του πόνου και στην στρωμνή των κακώσεων.

Ο δυστυχής αυτός άνθρωπος, η εικόνα του Θεού Πατρός δεν ήταν παράλυτος μόνο στο σώμα, αλλά ήταν και παράλυτος και στην ψυχή. Η εικόνα του Θεού Πατρός διπλά τετραυματισμένη στο σώμα και στη ψυχή και ζητά την σωτηρία του.

Το βλέμμα του Μεγάλου Ιατρού της Ψυχής και του σώματος εισδύει στο βάθος της ψυχής του δυστυχισμένου εκείνου ανθρώπου και εκεί βλέπει την αιτία της παράλυσής του. Και ώ του θαύματος! Ο πρώην παράλυτος στην ψυχή και στο σώμα ξαναβρίσκει την πολυπόθητη διπλή υγεία του, την ψυχική και την σωματική.

Βλέπει ο καρδιογνώστης Κύριος την αμαρτία ως αιτία της σωματικής παράλυσής του αιρομένου υπό τεσσάρων τραυματιοφορέων της αγάπης πλησίον Του και τότε λέγει: «τι έστιν ευκοπώτερον, ειπείν των παραλυτικώ, αφέωνταί σοι αι αμαρτίαι ή ειπείν, έγειρε, και άρον τον κράββατόν σου και περιπάτει», στην άρνηση εκείνων των γραμματέων οι οποίοι θέλησαν να παγιδεύσουν τον Κύριο λέγοντες «τις δύναται αφιέναι αμαρτίαις».

Δια τούτων των λόγων ο Κύριος θέλει να στρέψει την σκέψη του πονεμένου και δυστυχισμένου εκείνου ανθρώπου από την σωματική ασθένεια σε μία άλλη ποιο φοβερή ασθένεια, στην ψυχική ασθένεια, πού είναι η αμαρτία, η παρακοή στο θέλημα του Θεού Πατρός.

Και δεν υπάρχει αμφιβολία, ότι ο παράλυτος της Καπερναούμ αισθάνεται το βάθος της αμαρτίας του ως το φρικτότερο και θανασιμώτερο ψυχικό δηλητήριο και μετανοεί ειλικρινά και αλλάζει τρόπο ζωής.

Πιστεύει ακράδαντα ότι Εκείνος που μπορεί να τον θεραπεύσει ψυχικά και σωματικά είναι Εκείνος που έκλινε ουρανούς και ήλθε στην γη, είναι ο Μονογενής Υιός και Λόγος του Θεού.

Έλαμψε η πίστη του παραλυτικού και δέχεται να υποστεί μία μεγάλη ταλαιπωρία και να οδηγηθεί μπροστά στον Σωτήρα Χριστό, τον μόνο δυνάμενο να συγχωρέσει τις αμαρτίες του, και ώ του θαύματος ο πρώην παράλυτος στην ψυχή και το σώμα βρίσκει την πολυπόθητη υγεία του.

Η πίστη του παραλύτου προς τον Σωτήρα τον σήκωσε από το κρεβάτι του πόνου και από την στρωμνή των κακώσεων και τον έκαμε άξιο να λέγεται τέκνο του Θεού Πατρός και Σωτήρος Χριστού και να ακούσει το «τέκνο αφέωνταί σοι αι αμαρτίαι σου».

Η λέξη, τέκνο, δεν φανερώνει μόνο την πατρική συμπάθεια και φροντίδα, την οποία φανερώνει ο Κύριος στον ποτέ παράλυτο, αλλά φανερώνει και την στενή σχέση μεταξύ Θεού πατρός και τέκνου.

Η αγάπη του Σωτήρος Χριστού όταν επεμβαίνει παρέχει στη θλίψη, στο πόνο, στη δυστυχία την θεραπευτική ιδιότητα και μεταβάλλει σε σωτήριο φάρμακο της ψυχής που πάσχει από την αμαρτία.

Τρεις σύντομες φράσεις του σημερινού ευαγγελικού αναγνώσματος ήταν ικανές να αλλάξουν τη ζωή του παραλυτικού της Καπερναούμ.

Η πρώτη ήταν «Σύ λέγω εγέρθειτι», η δεύτερη «άρον τον κράββατόν σου» και η τρίτη «και ύπαγε εις τον οίκον σου». Και οι τρεις αυτές φράσεις με την θαυματουργική δύναμη του Θεανθρώπου Ιησού μετέβαλαν το ακίνητο και παράλυτο εκείνο σώμα σε υγιή και ρωμαλέο εκείνο άνθρωπο.

Αγαπητοί μου αδελφοί,

Αυτές οι τρεις σωτήριες φράσεις ακούγονται σε κάθε εποχή, γιατί ο λόγος του Κυρίου είναι πάντοτε ο αυτός, δεν αλλάζει, δεν δέχεται καμία μεταβολή, καμία αμφισβήτηση γιατί ο Μονογενής Υιός και Λόγος του Θεού ερχόμενος στον κόσμο ένα σκοπό είχε να επωμιστεί και να απαλλάξει τον πλανηθέντα άνθρωπο από την αμαρτία.

Έλαβε μορφή δούλου, ο των όλων Κύριος, για να ελευθερώσει τον άνθρωπο από την τυραννία του Διαβόλου και να τον καθαρίσει δια του Τιμίου Του Αίματος, το οποίο έχυσε εκουσίως επάνω στο Σταυρό του μαρτυρίου Του, υπέρ της του κόσμου ζωής και σωτηρίας.

Η πρώτη, λοιπόν φράση απαλλάσσει τον κάθε άνθρωπο της κάθε εποχής από την ενοχή της αμαρτίας δια του μυστηρίου της μετανοίας και εξομολόγησης και τον σηκώνει από την κατάσταση του καταδίκου και τον υψώνει στην κατάσταση του δικαιωθέντος τέκνου του Θεού.

Η δεύτερη φράση ελευθερώνει τον άνθρωπο από τα δεσμά των παθών, που τον κρατούν παράλυτο και υπόδουλο και τον παρουσιάζουν ισχυρό, δυνατό, ελπιδοφόρο και εργάτη του ωραίου, του υψηλού εργάτη της αρετής.

Και η τρίτη φράση επαναφέρει, η άπειρος του Κυρίου αγάπη τον άνθρωπο στον οίκο του, στη Εκκλησία του Μαρτυρίου και της Ανάστασης, η οποία είναι ο οίκος του Ουρανίου Πατρός.

Ο άνθρωπος εντός της Εκκλησίας του Χριστού, της Μίας, Αγίας, Καθολικής και Αποστολικής, αναγεννιέται πνευματικά και μεταμορφώνεται με την χάρη του Παναγίου Πνεύματος σε άνδρα τέλειο, και γίνεται κατά χάρη τέκνο του Θεού Πατρός.

Αυτή την δύναμη έχει η Εκκλησία, να μεταμορφώνει τις ψυχές των ανθρώπων δια του μυστηρίου της μετανοίας και της εξομολόγησης. Τον παράλυτο της σημερινής ευαγγελικής περικοπής οι τρείς τραυματιοφορείς της αγάπης τον οδήγησαν στον οίκο που ευρίσκετο ο Κύριος, και ω του θαύματος, ο πρώην παράλυτος εξήλθε υγιής και στο σώμα και την ψυχή.

Καιρός, λοιπόν, ευπρόσδεκτος καιρός μετανοίας, ας πλησιάσουμε και εμείς τον τραυματιοφορέα της αγάπης, που είναι ο πνευματικός μας, τώρα που ακόμα έχουμε καιρό και εκεί κάτω από το πετραχήλι του με δάκρυα συντριβής και μετανοίας, ας εξομολογηθούμε τις αμαρτίες μας, για να ακούσουμε και εμείς το «αφέωνταί σοι αι αμαρτίαις».

Ο Μέγας Αθανάσιος, λέγει, «ώσπερ άνθρωπος υπό ανθρώπου ιερέως βασταζόμενος φωτίζεται τη του αγίου Πνεύματος χάριτι, ούτω και ο εξομολογούμενος εν μετανοία δια του ιερέως λαμβάνει την άφεσιν αμαρτιών, χάριτι Χριστού».

Ας αποβάλλουμε τον εγωισμό μας και ας τρέξουμε στον οίκο του Θεού και εκεί να συναντήσουμε με συντριβή καρδίας τον πνευματικό για να ακούσουμε από τα χείλη του και εμείς το «αφέωνταί σοι αι αμαρτίαι σου», δια Ιησού Χριστού του μόνο αληθινού Θεού, του δυναμένου νά δώσει άφεση αμαρτιών.

ΑΜΗΝ.

Σάββατο, 10 Μαρτίου 2012

† Κυριακή 11 Μαρτίου, Β' Νηστειών

Ευαγγελική Περικοπή,

Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. β' : 1-12

Τ
ῷ καιρῷ ἐκείνῳ, εἰσῆλθε ὁ ᾿Ιησοῦς εἰς Καπερναοὺμ· καὶ ἠκούσθη, ὅτι εἰς οἶκόν ἐστι. Καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. Καὶ ἔρχονται πρὸς αὐτὸν, παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων· καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ᾿ ᾧ ὁ παραλυτικὸς κατέκειτο. Ἰδὼν δὲ ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ· Τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Ἦσαν δέ τινες τῶν Γραμματέων ἐκεῖ καθήμενοι, καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰμὴ εἷς, ὁ Θεός; Καὶ εὐθέως ἐπιγνοὺς ὁ ᾿Ιησοῦς τῷ πνεύματι αὐτοῦ, ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ἔγειρε, καὶ ἆρον τὸν κράβαττόν σου, καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας, λέγει τῷ παραλυτικῷ· Σοὶ λέγω, ἔγειρε, καὶ ἆρον τὸν κράβαττόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον, ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν, λέγοντας· Ὅτι οὐδέποτε οὕτως εἴδομεν.

Απόστολος,

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
Κεφ. α' : 10-14,  β' : 1-3

Κ
ατ᾿ ἀρχάς, σὺ Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.

Παρασκευή, 9 Μαρτίου 2012

Ν' Ψαλμός


( Από την Ιερά Μονή Φιλοθέου Αγίου Όρους )



Ἐλεήμων,
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός.


Εωθινά Ευαγγέλια

 Τα Εωθινά Ευαγγέλια είναι ένδεκα τον αριθμό και είναι οι ένδεκα ευαγγελικές περικοπές, οι οποίες αναφέρονται στό γεγονός της Αναστάσεως του Κυρίου και τις εμφανίσεις Του στους μαθητές Του. Είναι κομμάτια και από τους τέσσερις Ευαγγελιστές και αναγινώσκονται με τη σειρά κάθε Κυριακή κατά τήν ακολουθία του Όρθρου.

Τα Εωθινά Ευαγγέλια διαβάζονται από τον Ιερέα, μέσα στο Άγιο Βήμα και στα δεξιά της Αγίας Τράπεζας διότι αναφέρονται πάντα στο γεγονός της Αναστάσεως. 

Μετά την ανάγνωση του Εωθινού Ευαγγελίου ψάλεται ο 50ος ψαλμός και ο Ιερέας στέκεται στην μέση της εκκλησίας για να προσκυνήσουν οι πιστοί το Ευαγγέλιο (μόνο κατά τις Κυριακές και συγκεκριμένα όταν ο ψάλτης φτάνει στο "...ιδού γαρ αλήθειαν ηγάπησας..."). Αυτή η στιγμή συμβολίζει την στιγμή που ο Χριστός παρουσιάστηκε στους μαθητές του.

Παρακάτω παρουσιάζουμε τα κείμενα και των ένδεκα Εωθινών Ευαγγελίων :

Τὸ A΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατά Ματθαῖον
Κεφ. κη' : 16-20

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς, ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.


Τὸ Β΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατά Μάρκον
Κεφ. ιστ' : 1-8

Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν᾿Ιησοῦν. Καὶ λίαν πρωῒ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι, θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾿ ὑπάγετε, εἴπατε τοῖς Μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχύ, ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.