(Ζωντανή ηχογράφηση στο αύλειο χώρο του Ι.Ν. Παντανάσσης
σήμερα Κυριακή του Πάσχα, 12 Απριλίου 2015)
Δόξα τῇ ἁγίᾳ, καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ, καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἦχος πλ. α’
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.
Στίχ. α’ Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στίχ. β’ Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Στίχ. γ’ Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Δόξα Πατρί…
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…
Καὶ νῦν…
Χριστὸς ἀνέστη ἐκ νεκρῶν…