Κυριακή 11 Δεκεμβρίου 2016

Αἴνοι ἀναστάσιμοι πλ. δ' ἤχου & Δοξαστικόν ἑορτής ῾Αγίων Προπατόρων

( Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης 
σήμερα, Κυριακῇ ΙA' Λουκᾶν, 11 Δεκεμβρίου 2016 )


ΑΙΝΟΙ
Ἦχος πλ. δ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ’ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 
Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ’ ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε, διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη, Θεός ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.


ΤΩΝ ΑΓΙΩΝ ΠΡΟΠΑΤΟΡΩΝ
Ἦχος β’ – Οἶκος τοῦ Εὐφραθᾶ

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Πάντες τὴν τῶν σεπτῶν, νῦν Προπατόρων μνήμην, τελέσωμεν ὑμνοῦντες, τὴν τούτων πολιτείαν, δι’ ἧς ἐμεγαλύνθησαν.

Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Ἔσβεσαν τοῦ πυρός, τὴν δύναμιν οἱ Παῖδες, χορεύοντες ἐν μέσῳ, καμίνου καὶ ὑμνοῦντες, Θεὸν τὸν παντοδύναμον.

Στίχ. Καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμ.
Λάκκῳ κατακλεισθείς, θηρσὶ συνῳκισμένος, Δανιὴλ ὁ Προφήτης, ἀμέτοχος τῆς τούτων, ἐδείκνυτο κακώσεως.


Δόξα Πατρί… 
Ἦχος βαρὺς – Γερμανοῦ

Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην΄ τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν΄ τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν΄ τῶν Προφητῶν τὰς προῤῥήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν΄ ἰδοὺ ἡ Παρθένος, ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ΄ ὃ ἐστι μεθ’ ἡμῶν ὁ Θεός.