(Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα Κυριακή 22 Δεκεμβρίου 2013, προ της Χριστού Γεννήσεως)
ΑΙΝΟΙ
Ἦχος α’.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὑμνοῦμέν σου Χριστὲ τὸ σωτήριον Πάθος, καὶ δοξάζομέν σου τὴν Ἀνάστασιν.
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος Παντοδύναμος.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ, ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί, ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας σταυρόν, ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθὼν, ἵνα σώσῃς τὸν κόσμον, Κύριε δόξα σοι.
ΤΩΝ ΠΑΤΕΡΩΝ
Ἦχος πλ.α’
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
ᾎρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον΄ ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευΐ μεγαλύνομεν, Μωσῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ΄ Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ’ αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ , τὸ μέγα ἔλεος.
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ᾎρόν σου τὴν φωνὴν ἀληθῶς,…
Στίχ. Εὐλογητός εἶ, Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν.
Δεῦρο ὁ ἐν πυρίνῳ ποτέ, ἐπιδιφρεύσας Ἠλιοὺ θείῳ ἅρματι, θεόφρον Ἐλισσαιέ τε, σὺν Ἐζεκίᾳ ὁμοῦ, Ἰωσίᾳ ἅμα συναγάλλεσθε΄ σεπτὴ δωδεκάς τε, τῶν Προφητῶν ἡ θεόπνευστος, τοῖς Γενεθλίοις, τοῦ Σωτῆρος συγχόρευε, καὶ ἐν ᾄσμασι, πάντες Δίκαιοι ᾄσατε. Παῖδες οἱ παμμακάριστοι, οἱ δρόσῳ τοῦ Πνεύματος, σβέσαντες φλόγα καμίνου, ὑπέρ ἡμῶν ἱκετεύσατε, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. ῞Οτι δίκαιος εἶ ἐπί πᾶσιν, οἷς ἐποίησας ἡμῖν.
Ὤφθη ἡ ἀπ’ αἰῶνος ἐν γῇ, κηρυττομένη Προφητῶν ἐν τοῖς φθέγμασι, Παρθένος ἡ Θεοτόκος, ἣν Πατριάρχαι σοφοί, καὶ Δικαίων δῆμοι καταγγέλλουσι΄ μεθ’ ὧν συγχορεύει, καὶ γυναικῶν ἡ εὐπρέπεια, Σάῤῥα, Ῥεβέκκα, καὶ Ῥαχὴλ σὺν τῇ Ἄννῃ τε, καὶ ἡ ἔνδοξος, Μαριὰμ ἡ Μωσέως ὁμοῦ΄ ταύταις συνεπαγάλλονται, καὶ κόσμου τὰ πέρατα, σύμπασα κτίσις γεραίρει, ὅτι Θεὸς παραγίνεται, σαρκὶ τοῦ τεχθῆναι, καὶ δωρήσασθαι τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα Πατρί…
Τῶν Πατέρων – Ἦχος πλ. δ’
Τῶν νομικῶν διδαγμάτων ὁ σύλλογος, τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν Γέννησιν, τοῖς πρὸ τοῦ νόμου τὴν χάριν εὐαγγελιζομένοις, ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν΄ ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὖσαν πρόξενον, ταῖς ἐν ᾅδῃ κατεχομέναις ψυχαῖς προεκήρυττον, διὰ τῆς ἀναστάσεως΄ Κύριε δόξα σοι.