Κυριακή, 1 Ιανουαρίου 2017

Δόξα… Ἐξεχύθη ἡ χάρις, Καί νῦν... Συγκαταβαίνων ὁ Σωτήρ


(Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα, Κυριακῇ, 1 Ἰανουαρίου 2017)


Δόξα… Ἦχος πλ. β'

Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε Πάτερ, καὶ γέγονας ποιμήν, τῆς του Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.


Καὶ νῦν... Ἦχος πλ. δ' 

Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν· οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν. Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.