Σάββατο 31 Αυγούστου 2019

† Κυριακῇ 1 Σεπτεμβρίου 2019 (ΙΑ' Ματθαῖου)


Ἀρχή τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἔτους

Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατά Λουκᾶν
Κεφ. δ' : 16-22

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος· καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων, εἰς τὴν Συναγωγήν·καὶ ἀνέστη ἀναγνῶναι. Καὶ ἐπεδόθη αὐτῷ βιβλίον ῾Ησαΐου τοῦ Προφήτου· καὶ ἀναπτύξας τὸ βιβλίον, εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. Καὶ πτύξας τὸ βιβλίον, ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισε· καὶ πάντων ἐν τῇ Συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς·Ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος, τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ.


Ὁ Ἀπόστολος

Προκείμενον. Ἦχος δ' [Ψαλμός 146, 134]

Στίχ. Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς ἀὐτοῦ.
Στίχ. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθός.

Πρὸς Τιμοθέον Α΄ Ἐπιστολῆς Παύλου τὸ ᾽Ανάγνωσμα
Κεφ. β' : 1-7

Τέκνον Τιμόθεε, παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς ᾿Ιησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος, ― ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, ― διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

Ἀλληλούϊα [γ΄]. Ἦχος δ΄ [Ψαλμός 64].

Στίχ. Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιών.
Στίχ. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.



Εἰς τόν Ὄρθρον
Τὸ ΙΑ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. κα' : 14-25

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθείς ἐκ νεκρῶν, καί λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῶ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμανε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος, βλέπει τὸν Μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ Μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς, ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.