Κυριακή 17 Μαρτίου 2013

Δοξαστικόν Αίνων της Κυριακής της Τυρινής



Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή,
ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια,
ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παῤῥησία,
δι' αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστη συνόμιλος,
καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο,
Κύριε, δι' αὐτῆς ἀξίωσον καὶ ἡμᾶς,
προσκυνῆσαί σου τὰ Πάθη καὶ τήν ἁγίαν Ἀνάστασιν,
ὡς φιλάνθρωπος.


εἰς ἦχον πλ. β´. Ψάλλει ὁ Θρασύβουλος Στανίτσας, Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ.