[ Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα, (Θεοφάνεια) 6 Ἰανουαρίου 2016 ]
Δόξα Πατρί…
Ἦχος πλ. β’ Ἀνατολίου
Νάματα Ἰορδάνεια περιεβάλου Σωτήρ, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ, ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης, καὶ σώσῃς τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν…
Ἦχος β’ Ἀνατολίου
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν …