Σάββατο 26 Οκτωβρίου 2019

† Κυριακῇ 27 Ὀκτωβρίου 2019 (Ζ' Λουκᾶν)


Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατά Λουκᾶν
Κεφ. η' : 41-56

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ, ᾧ ὄνομα ᾿Ιάειρος, καὶ αὐτὸς ἄρχων τῆς Συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ· ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ, ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. ᾿Εν δὲ τῷ ὑπάγειν αὐτὸν, οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις, ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον, οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν, ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ ᾿Ιησοῦς· Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων, εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις Τίς ὁ ἁψάμενός μου; Ὁ δὲ ᾿Ιησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ, δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ, ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. ῎Ετι αὐτοῦ λαλοῦντος, ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου, λέγων αὐτῷ· ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν Διδάσκαλον. Ὁ δὲ ᾿Ιησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ, λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. Εἰσελθὼν δὲ εἰς τὴν οἰκίαν, οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα, εἰ μὴ Πέτρον καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. Ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας, καὶ κρατήσας τῆς χειρὸς αὐτῆς, ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς, μηδενὶ εἰπεῖν τὸ γεγονός.



Ὁ Ἀπόστολος

Προκείμενον. Ἦχος β' [Ψαλμός ριζ΄ 117]

Στίχ. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος.
Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.

Πρὸς Β΄ Κορινθίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. ια' : 31 - ιβ' : 9

δελφοί, ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης ᾿Αρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ρήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.

Ἀλληλούϊα [γ΄]. Ἦχος β' [Ψαλμός ιθ' 19]

Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως.
Στίχ. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν.



Εἰς τόν Ὄρθρον
Τὸ Η΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατά Ἰωάννην
Κεφ. κ' : 11-18

Τῷ καιρῷ ἐκείνῳ, Μαρία εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω· ὡς οὖν ἔκλαιε, παρέκυψεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ δύο Ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ Σῶμα τοῦ ᾿Ιησοῦ. Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; Λέγει αὐτοῖς· Ὅτι ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν ᾿Ιησοῦν ἑστῶτα· καὶ οὐκ ᾔδει ὅτι ὁ ᾿Ιησοῦς ἐστι. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Ἐκείνη, δοκοῦσα ὅτι ὁ κηπουρός ἐστι, λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μαρία. Στραφεῖσα ἐκείνη λέγει αὐτῷ· Ῥαββουνί, ὃ λέγεται, Διδάσκαλε. Λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου· πορεύου δὲ πρὸς τοὺς Ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἔρχεται Μαρία ἡ Μαγδαληνὴ, ἀπαγγέλλουσα τοῖς Μαθηταῖς, ὅτι ἑώρακε τὸν Κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.