Κυριακή 27 Οκτωβρίου 2019

«Ἀνοίξω τό στόμα μου» Αργές Καταβασίες Τῆς Θεοτόκου


(Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης,
σήμερα, Κυριακή 27 Ὀκτωβρίου 2019)


ΚΑΤΑΒΑΣΙΑΙ
Τῆς Θε­ο­τό­κου

ᾨ­δὴ α´. Ἦ­χος δ´. 

Ἀ­νοί­ξω τὸ στό­μα μου * καὶ πλη­ρω­θή­σε­ται Πνεύ­μα­τος * καὶ λό­γον ἐ­ρεύ­ξο­μαι * τῇ βα­σι­λί­δι Μη­τρί· * καὶ ὀ­φθή­σο­μαι * φαι­δρῶς πα­νη­γυ­ρί­ζων * καὶ ᾄ­σω γη­θό­με­νος * ταύ­της τὰ θαύ­μα­τα. 

ᾨ­δὴ γ´. 

Τοὺς σοὺς ὑ­μνο­λό­γους, Θε­ο­τό­κε, * ἡ ζῶ­σα καὶ ἄ­φθο­νος πη­γή, * θί­α­σον συγ­κρο­τή­σαν­τας * πνευ­μα­τι­κόν, στε­ρέ­ω­σον· * καὶ ἐν τῇ θεί­ᾳ δό­ξῃ σου * στε­φά­νων δό­ξης ἀ­ξί­ω­σον. 

ᾨ­δὴ δ´. 

Τὴν ἀ­νε­ξι­χνί­α­στον θεί­αν βου­λὴν * τῆς ἐκ τῆς Παρ­θέ­νου σαρ­κώ­σε­ως * σοῦ τοῦ ὑ­ψί­στου * ὁ προ­φή­της Ἀβ­βα­κοὺμ * κα­τα­νο­ῶν ἐ­κραύ­γα­ζε· * Δό­ξα τῇ δυ­νά­μει σου, Κύ­ρι­ε. 

ᾨ­δὴ ε´. 

Ἐ­ξέ­στη τὰ σύμ­παν­τα * ἐ­πὶ τῇ θεί­ᾳ δό­ξῃ σου· * σὺ γάρ, ἀ­πει­ρό­γα­με Παρ­θέ­νε, * ἔ­σχες ἐν μή­τρᾳ * τὸν ἐ­πὶ πάν­των Θε­ὸν * καὶ τέ­το­κας ἄ­χρο­νον Υἱ­όν, * πᾶ­σι τοῖς ὑ­μνοῦ­σί σε * σω­τη­ρί­αν βρα­βεύ­ον­τα. 

ᾨ­δὴ ς´. 

Τὴν θεί­αν ταύ­την καὶ πάν­τι­μον * τε­λοῦν­τες ἑ­ορ­τὴν οἱ θε­ό­φρο­νες * τῆς Θε­ο­μή­το­ρος * δεῦ­τε τὰς χεῖ­ρας κρο­τή­σω­μεν, * τὸν ἐξ αὐ­τῆς τε­χθέν­τα * Θε­ὸν δο­ξά­ζον­τες. 

ᾨ­δὴ ζ´. 

Οὐκ ἐ­λά­τρευ­σαν * τῇ κτί­σει οἱ θε­ό­φρο­νες * πα­ρὰ τὸν κτί­σαν­τα· * ἀλ­λὰ πυ­ρὸς ἀ­πει­λὴν * ἀν­δρεί­ως πα­τή­σαν­τες * χαί­ρον­τες ἔ­ψαλ­λον· * Ὑ­πε­ρύ­μνη­τε, * ὁ τῶν πα­τέ­ρων Κύ­ρι­ος * καὶ Θε­ός, εὐ­λο­γη­τὸς εἶ. 

ᾨ­δὴ η´. 

Αἰ­νοῦ­μεν, εὐ­λο­γοῦ­μεν, καὶ προ­σκυ­νοῦ­μεν τὸν Κύ­ρι­ον, 

Παῖ­δας εὐ­α­γεῖς ἐν τῇ κα­μί­νῳ * ὁ τό­κος τῆς Θε­ο­τό­κου δι­ε­σώ­σα­το, * τό­τε μὲν τυ­πού­με­νος· * νῦν δὲ ἐ­νερ­γού­με­νος * τὴν οἰ­κου­μέ­νην ἅ­πα­σαν * ἀ­γεί­ρει ψάλ­λου­σαν· * Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα * καὶ ὑ­πε­ρυ­ψοῦ­τε * εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.


ᾨ­δὴ θ´. 

Ἅ­πας γη­γε­νὴς * σκιρ­τά­τω τῷ πνεύ­μα­τι * λαμ­πα­δου­χού­με­νος· * πα­νη­γυ­ρι­ζέ­τω δὲ * ἀ­ΰ­λων νό­ων * φύ­σις, γε­ραί­ρου­σα * τά ἱ­ε­ρὰ θαυμάσια * τῆς Θε­ο­μή­το­ρος, * καὶ βο­ά­τω· * Χαί­ροις, παμ­μα­κά­ρι­στε * Θε­ο­τό­κε ἁ­γνή, ἀ­ει­πάρ­θε­νε.