Σάββατο 4 Ιανουαρίου 2014

† Κυριακή 5 Ιανουαρίου 2014 (Προ των Φώτων)

Ευαγγελική Περικοπή,

Ἐκ τοῦ κατά Μάρκον
Κεφ. α' : 1-8

ρχὴ τοῦ Εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ· ὡς γέγραπται ἐν τοῖς Προφήταις· ᾿Ιδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἐγένετο ᾿Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ ᾿Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται· καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ ᾿Ιορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ὁ ᾿Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ.



Απόστολος

Πρὸς Τιμόθεον Β' Ἐπιστολῆς Παύλου τό Ἀνάγνωσμα
Κεφ. δ' : 5-8

Τέκνον Τιμόθεε, νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε. Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.



Εἰς τόν Ὄρθρον
Τὸ ΣΤ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατά Λουκᾶν 
Κεφ. κδ' : 36-53

Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ ᾿Ιησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν Μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε· ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν, ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίου. Καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· Οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς, ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσέως καὶ Προφήταις καὶ Ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς γραφάς· καὶ εἶπεν αὐτοῖς· Ὅτι οὕτω γέγραπται, καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν, καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν, καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ ῾Ιερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ῾Ιερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. ᾿Εξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ, εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς, διέστη ἀπ᾿ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν, ὑπέστρεψαν εἰς ῾Ιερουσαλὴμ μετὰ χαρᾶς μεγάλης. Καὶ ἦσαν διαπαντὸς ἐν τῷ Ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.