(Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης,
σήμερα Κυριακή ΙΕ’ Λουκά (Ζακχαίου), 26 Ιανουαρίου 2014)
ᾨδὴ γ´.
Ἦχος πλ. β´. Ὁ Εἱρμός.
Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ· ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι᾽ ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.
Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τοῦ θείου τόκου σου ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.
ᾨδὴ γ‘
Ἐν πέτρᾳ μὲ τῆς πίστεως
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φανοτάταις ἀξίαις τετιμημένος, φωτοφόρῳ διέπρεψας πολιτείᾳ· τὴν πρᾶξιν γὰρ ἐπίβασιν θεωρίας, βοῶν ἀνέδειξας. Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς πάντων οἰκονόμος προβεβλημένος, τὴν πάντων ἐπιμέλειαν ἀνεδείξω, τοῖς χρῄζουσι τὸν πλοῦτόν σου διανέμων, ὑποδεχόμενος, φιλοφρονούμενος, Μοναζόντων τάγματα, Πάτερ Ὅσιε.
Δόξα Πατρί…
Νομίμοις ἐκτρεφόμενος τοῦ Δεσπότου, ἐν νόμῳ καὶ παιδείᾳ καὶ νουθεσίᾳ, Κυρίου ἐξεπαίδευσας σοῦ τοὺς παῖδας, κράζων θεσπέσιε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Καὶ νῦν..Θεοτοκίον
Τὴν μόνην παρθενεύουσαν μετὰ τόκον, Μαρίαν τῶν Ἁγίων ἁγιωτέραν, τὴν ὄντως ἀπειρόγαμον Θεοτόκον, δεῦτε ὑμνήσωμεν πιστοί, κραυγάζοντες· Χαῖρε Μήτηρ ἄχραντε, χαῖρε Δέσποινα.