Κυριακή 19 Ιανουαρίου 2014

Κανόνες (Ωδαί α' & γ')



[ Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης,
σήμερα Κυριακή των 10 Λεπρών (ΙΒ' Λουκά) - 19 Ιανουαρίου 2014 ]


ΚΑΝΟΝΕΣ 

ΤΟΥ ΜΗΝΑΙΟΥ

ᾨδὴ α’ Ἦχος δ’

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Τῷ θείῳ φωτὶ λαμπόμενος, καὶ σὺν τοῖς Ἀγγέλοις, Πάτερ νῦν συναυλιζόμενος, ταῖς πρεσβείαις σου σῷζε, τοὺς ἐπιτελοῦντας τῇν πανίερόν σου μνήμην, ἐν ἀγαλλιάσει βοῶντας· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.


Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ὁδὸν πρὸς ζωὴν στελλόμενος, ἀμεταστρεπτί, ταύτην Παμμάκαρ διήνυσας, ἐκφυγὼν τοὺς θορύβους, καὶ τὰς τῶν δαιμόνων ταραχὰς διεσκέδασας, ἐν ἀγαλλιάσει κραυγάζων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.


Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νεκρώσας σαρκὸς τὸ φρόνημα, ταῖς ἀσκητικαῖς, σοῦ παλαίστραις τῷ θείῳ Πνεύματι, καὶ τῇ τούτου κυβερνώμενος θείᾳ δυνάμει, ἐν ἀγαλλιάσει ἐβόας· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.


Δόξα Πατρί…

Πάντα τὰ τερπνὰ κατέλιπες, τὴν διηνεκῆ, ἀγαπήσας Πάτερ τερπνότητα, ἐν τῷ οἴκῳ Κυρίου, ἔνθα ἦχος τῶν εἰλικρινῶς ἑορταζόντων, καὶ ἀγαλλιάσει βοώντων· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.


Καὶ νῦν… Θεοτοκίον

Ἄχρονον υἱὸν ἀνάρχου Πατρός, σάρκα δι’ ἡμᾶς, τοὺς ἀνθρώπους Ἁγνὴ γενόμενον, ἐν γαστρὶ συλλαβοῦσα, ὑπὸ χρόνον τοῦτον, τέτοκας ἀνερμηνεύτως, ᾧ καὶ γεγηθότες βοῶμεν· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.


ὁ Ἀναστάσιμος

ᾠδὴ γ’. Ὁ Εἱρμὸς

Ὁ πήξας ἐπ’ οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.


Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ’ ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.


Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ’ αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.


Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Θεοτοκίον

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν, ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.


ᾨδὴ γ’

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Νόμῳ ὑποκύψας Πνεύματος, οὗ τῇ πανοπλίᾳ, περιφραξάμενος Ὅσιε, οὐ τῷ νόμῳ τῆς ἁμαρτίας, τὴν προαίρεσιν ὑπέκλινας.


Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ἄνω πρὸς Θεὸν τὸ φρόνημα, ἔχων θεοφόρε, τὰ ἐπὶ γῆς καταλέλοιπας, διὰ πόνων τῆς ἐγκρατείας, ἀνενδότως κουφιζόμενος.


Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Ῥήξας τὰ δεσμὰ τῆς φύσεως, τῇ ὑπερφυεῖ, καὶ καθαρᾷ πολιτείᾳ σου, θεοφόρε τῶν ὑπέρ, φύσιν, ἐκομίσω τὴν ἐνέργειαν.


Δόξα Πατρί…

Ἴνα τῷ Θεῷ Μακάριε, ἐν ἀταραξίᾳ, προσομιλήσῃς ἐπ’ἔρημον, κατοικῆσαι Πάτερ προείλω, τῶν θορύβων μακρυνόμενος.


Καὶ νῦν… Θεοτοκίον

Σῶσαι βουληθεὶς τὸν ἄνθρωπον, ὁ διαφερόντως, ὡς εὐεργέτης φιλάνθρωπος, τὴν σὴν μήτραν ἀπεριγράπτως, Θεομῆτορ κατεσκήνωσεν.