Σάββατο 30 Σεπτεμβρίου 2023

Ὁ Ὅσιος Ἰωάννης ὁ ψάλτης ὁ καλούμενος Κουκουζέλης


Ἄριστος μουσικὸς καὶ καλλικέλαδος.

Καταγόταν ἀπὸ τὸ Δυρράχιο καὶ ὑπῆρξε στὰ χρόνια τῶν Κομνηνῶν, καὶ ἦταν ὀρφανὸς ἀπὸ πατέρα. Ἡ εὐσεβὴς μητέρα του ὅμως, ἔδωσε τὴν εὐκαιρία στὸ παιδί της νὰ μάθει τὰ ἱερὰ γράμματα, τὸ ὁποῖο, ἐπειδὴ ἦταν πολὺ ἔξυπνο καὶ πολὺ καλλίφωνο, ὅλοι τὸ φώναζαν ἀγγελόφωνο.

Σὲ κατάλληλη ἡλικία κατέφυγε στὸ Ἅγιον Ὄρος, ὅπου μόνασε στὸ κελὶ τῶν Ἀρχαγγέλων τῆς Μεγίστης Λαύρας. Ἔψαλε στὴν Μεγίστη Λαύρα μαζὶ μὲ τὸν Γρηγόριο Δομέστικο, ποὺ τιμᾶται τὴν ἴδια ἡμέρα.

Ἔτσι ὁσιακὰ ἀφοῦ ἔζησε ὁ Ἰωάννης, ψάλλοντας θεσπέσιους ὕμνους πρὸς τὸν Θεό, ἀπεβίωσε εἰρηνικὰ στὶς ἀρχὲς τοῦ 15ου αἰῶνα καὶ τάφηκε στὸ κελὶ ποὺ μόναζε.


Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἡ ἡδύφωνος χάρις Πάτερ τῆς γλώττης σου, κατακηλεῖ καὶ εὐφραίνει τὴν Ἐκκλησίαν Χριστοῦ· σὺ γὰρ ἔνθους ὑμνῳδὸς ὤφθης μακάριε· ὅθεν νομίσματι χρυσῷ, σὲ ἠμείψατο λαμπρῶς, ἡ Ἄχραντος Θεοτόκος, ἣν Ἰωάννη δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον ἀπολυτίκιον, κοινόν μετὰ Ὁσίου Γρηγορίου. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Τῆς Λαύρας τὰ θρέμματα, καὶ ἡδυφώνους αὐλούς, ὡς θείους θεράποντας, καὶ ὑμνολόγους Χριστοῦ, συμφώνως αἰνέσωμεν, ὕμνοις τὸν Κουκουζέλην, καὶ κλεινὸν Ἰωάννην, ἅμα σὺν Γρηγορίῳ, τῷ σοφῷ Δομεστίκῳ· Χριστὸν γὰρ ἱκετεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ὡς ἀηδὼν θείων ᾀσμάτων καλλικέλαδος
Καὶ ταπεινώσεως ἐξαίρετον ὑπόδειγμα
Ἀνυμνοῦμέν σε θεόληπτε Ἰωάννη.
Ἐν τῷ Ἄθῳ γὰρ ὡς ἄγγελος ἐβίωσας
Καὶ Θεὸν ἡδίστοις χείλεσιν ἀνύμνησας·
Ὅθεν κράζομεν, χαῖρε Πάτερ ἡδύφωνε.

Ἕτερον Κοντάκιον, κοινόν μετά Ὁσίου Γρηγορίου. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τὴν δυάδα μέλψωμεν, τῶν θεοφόρων Πατέρων, Ἰωάννην ἅπαντες, σὺν τῷ κλεινῷ Γρηγορίῳ· οὗτοι γὰρ, ὧδε βιώσαντες θεοφρόνως, ᾔνεσαν, λόγῳ καὶ ἔργῳ τὸν πάντων Κτίστην· ᾧ πρεσβεύουσιν ἀπαύστως, ἡμῖν δοθῆναι, πταισμάτων ἄφεσιν.

Μεγαλυνάριον.
Χαίροις εὐφωνίας ἀγγελικῆς, ἡδύφωνος τέττιξ, καὶ καλλίφωνος ἀηδών· χαίροις Ἰωάννη, χάριτος θείας σκεῦος, καὶ Μοναστῶν τοῦ Ἄθω, ὡς ἔμπνουν ὄργανον.

Ἕτερον Μεγαλυνάριον κοινόν μετὰ τοῦ Ὁσίου Γρηγορίου.
Χαίρετε τῆς Λαύρας θεῖοι βλαστοί, καὶ τοῦ Παρακλήτου, αἱ κιθάραι αἱ μυστικαί· χαίροις Ἰωάννη, ὁμοῦ σὺν Γρηγορίῳ, τῆς μονῆς Θεοτόκου, θεῖοι θεράποντες.