Τετάρτη 16 Απριλίου 2014

Αίνοι και Δοξαστικό Όρθρου Μ. Πέμπτης


(Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα Μ. Τετάρτη εσπέρας)

ΑΙΝΟΙ
Ἦχος β’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ἰδιόμελα Ἦχος β’
Συντρέχει λοιπόν, τὸ συνέδριον τῶν Ἰουδαίων, ἵνα τὸν Δημιουργόν, καὶ Κτίστην τῶν ἁπάντων, Πιλάτῳ παραδώσῃ, ὢ τῶν ἀνόμων! ὢ τῶν ἀπίστων! ὅτι τὸν ἐρχόμενον, κρῖναι ζῶντας καὶ νεκρούς, εἰς κρίσιν εὐτρεπίζουσι, τὸν ἰώμενον τὰ πάθη, πρὸς πάθος ἑτοιμάζουσι. Κύριε μακρόθυμε, μέγα σου τὸ ἔλεος, δόξα σοι.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
ἦχος ὁ αὐτὸς
Ἰούδας ὁ παράνομος Κύριε, ὁ βάψας ἐν τῷ δείπνῳ τὴν χεῖρα, ἐν τῷ τρυβλίῳ μετὰ σοῦ, ἐξέτεινεν ἀνόμως τὰς χεῖρας, τοῦ λαβεῖν ἀργύρια, καὶ ὁ τοῦ μύρου λογισάμενος τιμήν, σὲ τὸν ἀτίμητον οὐκ ἔφριξε πωλῆσαι, ὁ τοὺς πόδας ὑφαπλώσας ἐπὶ τὸ νίψαι, τὸν Δεσπότην κατεφίλησε δολίως, εἰς τὸ προδοῦναι τοῖς ἀνόμοις, χοροῦ δὲ Ἀποστόλων ῥιφείς, καὶ τὰ τριάκοντα ῥίψας ἀργύρια, σοῦ τὴν τριήμερον Ἀνάστασιν οὐκ εἶδε, δι’ ἧς ἐλέησον ἡμᾶς.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
ἦχος ὁ αὐτὸς
Ἰούδας ὁ προδότης δόλιος ὢν, δολίῳ φιλήματι παρέδωκε τὸν Σωτῆρα Κύριον, τὸν Δεσπότην τῶν ἁπάντων, ὡς δοῦλον πέπρακε τοῖς παρανόμοις, ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ Ἀμνὸς ὁ τοῦ Θεοῦ, ὁ Υἱὸς ὁ τοῦ Πατρός, ὁ μόνος πολυέλεος.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ἦχος ὁ αὐτὸς
Ἰούδας ὁ δοῦλος καὶ δόλιος, ὁ μαθητὴς καὶ ἐπίβουλος, ὁ φίλος καὶ διάβολος, ἐκ τῶν ἔργων ἀπεφάνθη, ἠκολούθει γὰρ τῷ Διδασκάλῳ, καὶ καθ’ ἑαυτὸν ἐμελέτησε τὴν προδοσίαν, ἔλεγεν ἐν ἑαυτῷ. Παραδώσω τοῦτον, καὶ κερδήσω τὰ συναχθέντα χρήματα, ἐπεζήτει δὲ καὶ τὸ μύρον πραθῆναι, καὶ τὸν Ἰησοῦν δόλῳ κρατηθῆναι, ἀπέδωκεν ἀσπασμόν, παρέδωκε τὸν Χριστόν, καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
ἦχος ὁ αὐτὸς

Ὅν ἐκήρυξεν Ἀμνὸν Ἡσαΐας, ἔρχεται ἐπὶ σφαγὴν ἑκούσιον, καὶ τὸν νῶτον δίδωσιν εἰς μάστιγας, τὰς σιαγόνας εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπον οὐκ ἀπεστράφη, ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, θανάτῳ δὲ ἀσχήμονι καταδικάζεται, πάντα ὁ ἀναμάρτητος ἑκουσίως καταδέχεται, ἵνα πᾶσι δωρήσηται τὴν ἐκ νεκρῶν ἀνάστασιν.