Κυριακή 15 Μαρτίου 2015

Τὴν ὑψηλόφρονα γνώμην (Δοξαστικόν Κυριακῆς Σταυροπροσκυνήσεως)


(Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης,
σήμερα Κυριακή της Σταυροπροσκυνήσεως, 15 Μαρτίου 2015)

Δόξα Πατρί …

Ἰδιόμελον τοῦ Τριωδίου

Ἦχος πλ. δ’

Τὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε καὶ μὴ ὑψηλοφρονεῖν, παρ’ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν ὑπογραμμὸς καὶ τύπος ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν, Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν, ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀπαθὴς διαμείνας Θεὸς τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.