Κυριακή 29 Σεπτεμβρίου 2013

Οι Αίνοι της Β' Κυριακής Λουκά




(Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα Κυριακή Β΄ Λουκά, 29 Σεπτεμβρίου 2013)


Ὁ Χορός: (Δέξ.):
Πάσα πνοή, αἰνεσάτω τόν Κύριον. Αἰνεῖτε τόν Κύριον ἐκ τῶν Οὐρανῶν, αἰνεῖτε Αὐτόν ἐν τοῖς Ὑψίστοις. Σοί πρέπει Ὕμνος τῷ Θεῶ.

Ὁ Χορός: (Ἀριστ.):
Αἰνεῖτε Αὐτόν, πάντες οἱ Ἄγγελοι Αὐτοῦ• Αἰνεῖτε Αὐτόν, πᾶσαι αἵ δυνάμεις Αὐτοῦ. Σοί πρέπει Ὕμνος τῷ Θεῶ.


Ὁ Χορός:
Στίχ. α΄.
Αἰνεῖτε Αὐτόν ἐπί ταῖς Δυναστείαις Αὐτοῦ. Αἰνεῖτε Αὐτόν κατά τό πλῆθος τῆς Μεγαλωσύνης Αὐτοῦ.

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον, ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.



Ὁ Χορός:
Στίχ. β΄.
Αἰνεῖτε Αὐτόν ἐν ἤχω σάλπιγγος Αἰνεῖτε Αὐτόν ἐν ψαλτηρίω καί κιθάρα.

Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.



Ὁ Χορός:
Στίχ. γ΄.
Αἰνεῖτε Αὐτόν ἐν τυμπάνω καί χορῶ. Αἰνεῖτε Αὐτόν ἐν χορδαῖς καί ὀργάνω.

Κύριε, αἱ γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σὲ τὸν Χριστόν, τὸν δι' ἡμᾶς παθόντα, καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.



Ὁ Χορός:
Στίχ. δ΄.
Αἰνεῖτε Αὐτόν ἐν κυμβάλοις εὐήχοις• Αἰνεῖτε Αὐτόν ἐν κυμβάλοις ἀλαλαγμοῦ, πάσα πνοή Αἰνεσάτω τόν ΚΥΡΙΟΝ.

Κύριε, ὥσπερ ἐξῆλθες, ἐσφραγισμένου τοῦ, τάφου, οὕτως εἰσῆλθες, καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.