Κυριακή 16 Οκτωβρίου 2016

Δοξαστικόν ... Τῶν ἁγίων Πατέρων ὁ χορός


[ Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης 
σήμερα, Κυριακῇ Δ' Λουκᾶν (τῶν ἁγίων Πατέρων), 16 ᾽Οκτωβρίου 2016 ]

Δόξα… Ἦχος πλ. δ’

Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.