1. Ἐν Ἰορδάνῃ :
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε,
ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις·
τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι,
ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα·
καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς,
ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές.
Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός,
καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
2. Φῶς ἐκ φωτός :
Φῶς ἐκ φωτός,
ἔλαμψε τῷ κόσμῳ,
Χριστὸς ὁ Θεὸς ἡμῶν,
ὁ ἐπιφανεὶς Θεός,
τοῦτον λαοὶ προσκυνήσωμεν.
3. Νάματα Ἰορδάνια :
Νάματα Ἰορδάνια περιεβάλου Σωτήρ,
ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον·
καὶ ἔκλινας κορυφὴν τῷ Προδρόμῳ
ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμῇ,
ἵνα ἐπιστρέψῃς κόσμον ἐκ πλάνης,
καὶ σώσῃς τάς ψυχὰς ἡμῶν.
Ψάλλουν μοναχοί της Ιεράς Μονής Κύκκου