Σάββατο 16 Φεβρουαρίου 2013

† Κυριακή 17 Φεβρουαρίου 2013 (ΙΖ' Ματθαίου)

Ευαγγελική Περικοπή,

Ἐκ τοῦ κατά Ματθαῖον
Κεφ. ιε' : 21-28

Τ
ῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἐκραύγαζεν αὐτῷ, λέγουσα· Ἐλέησόν με, Κύριε, Υἱὲ Δαυΐδ, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ Μαθηταὶ αὐτοῦ, ἠρώτων αὐτὸν, λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν· οὐκ ἀπεστάλην εἰμὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ εἶπε· Ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τότε ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.



Απόστολος,

Πρὸς Κορινθίους Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα
Κεφ. στ' : 16-18,  ζ' : 1

δελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς «ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ». Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.



Εἰς τόν Ὄρθρον

Τὸ Δ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Λουκᾶν

Κεφ. κδ' : 1-12

Τ
ῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος, ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου· καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὦν ἐν τῇ Γαλιλαίᾳ, λέγων·Ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ· καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς Ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος, ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.