Κυριακή 30 Ιουνίου 2013

Δοξαστικό Κυριακής των Αγ. Πάντων & των 12 Αποστόλων


(Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης)

Δόξα... Ἦχος πλ. δ'
Κοσμᾶ Μοναχοῦ

Ἣν διήλθετε κτίσιν φωτίσαντες, οἱ τοῦ Σωτῆρος Μαθηταί, τὴν πλάνην τῶν εἰδώλων, ὡς ὕλην καταφλέξαντες τοῖς διδάγμασιν ὑμῶν, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ, πρός τὴν θείαν γνῶσιν, σαγηνεύσαντες ἐσώσατε, καὶ νῦν πρεσβεύσατε Χριστῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.


Καὶ νῦν... Θεοτοκίον

Ὑπερευλογημένη ὑπάρχεις Θεοτόκε Παρθένε·
διά γάρ τοῦ ἐκ σοῦ σαρκωθέντος,
ὁ ἅδης ἠχμαλώτισται, ὁ Ἀδάμ ἀνακέκληται,
ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται,
ὁ θάνατος τεθανάτωται, καί ἡμεῖς ἐζωοποιήθημεν.
Διό ἀνυμνοῦντες βοῶμεν· εὐλογητός Χριστός ὁ Θεός ἡμῶν,
ὁ οὕτως εὐδοκήσας, δόξα σοι».