Τρίτη 25 Ιουνίου 2013

Δοξαστικόν Αγίου Πνεύματος (συνεορτάζεται το Γενέσιον του Τιμίου Προδρόμου Ιωάννου)


(Ζωντανή ηχογράφηση εις τον Ι.Ν. Παντανάσσης Κατερίνης)
(Δευτέρα του Αγίου Πνεύματος, 24 Ιουνίου 2013)

Δόξα... Ἦχος πλ. β'

Ἀστὴρ ἀστέρων Πρόδρομος, στειρωτικῆς ἐκ νηδύος, ἐπὶ γῆς τίκτεται σήμερον, Ἰωάννης ὁ θεοπόθητος, καὶ Χριστοῦ ἐπιφαίνει τὴν αὐγὴν ἀνατολὴν τὴν ἐξ ὕψους, εἰς εὐθεῖαν πιστοῖς διάβασιν.


Και Νυν...

Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμην τῆς πυργοποιΐας, γλῶσσαι δὲ νῦν ἐσοφίσθησαν, διὰ τὴν δόξαν τῆς θεογνωσίας. Ἐκεῖ κατεδίκασε Θεὸς τοὺς ἀσεβεῖς τῷ πταίσματι, ἐνταῦθα ἐφώτισε Χριστὸς τοὺς ἁλιεῖς τῷ Πνεύματι. Τότε κατειργάσθη ἡ ἀφωνία, πρὸς τιμωρίαν, ἄρτι καινουργεῖται ἡ συμφωνία, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.