(Ζωντανή ηχογράφηση, σήμερα, Σάββατο 29 Ιουνίου 2013,
στον Ι.Ν. Παντανάσσης Κατερίνης)
Δόξα Πατρί...Ἦχος πλ. β'
Ἡ πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν, μυστικῶς οὖν κροτήσαντες τούτοις προσείπωμεν. Χαίρετε φωστῆρες τῶν ἐν σκότει, τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες. Χαίρετε Πέτρε καὶ Παῦλε, δογμάτων τῶν θείων θεμέλιοι ἀῤῥαγεῖς, φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια, Πάρεστε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων, τοὺς τὴν ἡμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι.
Καὶ νῦν...
Βασιλεῦ οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας,
ὁ πανταχοῦ παρών καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός,
ἐλθέ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπό πάσης κηλίδος, καὶ σῶσον, ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.