Ύμνοι της Πεντηκοστής
Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν,
καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν,
καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον!
Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι.
Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ,
ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις,
καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο.
Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ,
ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς,
καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι,
καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας,
ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν,
ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός,
ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν,
καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος,
καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.
καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.