(Ζωντανά ηχογραφημένο από την Αναστάσιμη ακολουθία
της Κυριακής του Πάσχα στον Ι.Ν. Παντανάσσης Κατερίνης)
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει,
καὶ ἀλλήλους περιπτυξώμεθα.
Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς·
Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν·
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.