(Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης,
σήμερα Κυριακή του Τυφλού, 25 Μαΐου 2014)
Δόξα Πατρί… Ἦχος πλ.δ’
Τίς λαλήσει τὰς δυναστείας σου Χριστὲ; ἢ τίς ἐξαριθμήσει τῶν θαυμάτων σου τὰ πλήθη; διπλοῦς γὰρ ὡς ὡράθης ἐπὶ γῆς δι’ ἀγαθότητα, διπλᾶς καὶ τὰς ἰάσεις τοῖς νοσοῦσιν ἐχορήγεις, οὐ μόνον γὰρ τοῦ σώματος ὀφθαλμοὺς διήνοιξας, τοῦ ἀπὸ μήτρας πηρωθέντος, ἀλλὰ καὶ τοὺς τῆς ψυχῆς, ὅθεν Θεόν σε ὡμολόγει τὸν κρυπτόμενον, καὶ πᾶσι παρέχοντα τὸ μέγα ἔλεος.
Καὶ νῦν… ἦχος πλ.α’
Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν, Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.