Κυριακή 17 Απριλίου 2016

Αναβαθμοί πλ. α' ήχου & κανόνες (α' ωδή)


( Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα, Ε' Κυριακῇ τῶν Νηστειῶν, 17 Ἀπριλίου 2016 )


Ἡ Ὑπακοὴ Ἦχος πλ. α’

Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο.  Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τό μέγα ἔλεος.


ΑΝΑΒΑΘΜΟΙ

Ἀντίφωνον Α’
Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.

Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.

Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις, αὐτοκρατὲς γὰρ ὂν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.

Ἀντίφωνον Β’
Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε, ὅθεν βοήθεια ἥκει.

Δεξιά σου χεὶρ κἀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.

Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν, Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἀντίφωνον Γ’
Ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς τὰς αὐλὰς προβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.

Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται, πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.

Δόξα Πατρὶ… Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῷον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.

Προκείμενον
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου διηγήσομαι πάντα τὰ θαυμάσια σου.
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.


ΚΑΝΟΝΕΣ 
ὁ Ἀναστάσιμος

ᾠδὴ α’ Ἦχος πλ. α’. Ὁ Εἱρμὸς
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

Στίχ. Δόξα τῇ ἁγίᾳ Ἀναστάσει σου, Κύριε.
Ἢγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.Θεοτοκίον
Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται, ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.