Παρασκευή 29 Απριλίου 2016

Ἐξέδυσάν με τά ἱμάτιά μου, Τόν νῶτόν μου ἔδωκα (Δόξα... καί νῦν... τῶν αἴνων)


( Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης 
τήν Μ. Πέμπτη ἑσπέρας, 28 Ἀπριλίου 2016 )


Δόξα Πατρὶ… Ἦχος πλ. β’
Ἐξέδυσάν με τὰ ἱμάτιά μου, καὶ ἐνέδυσάν με χλαμύδα κοκκίνην, ἔθηκαν ἐπὶ τὴν κεφαλήν μου, στέφανον ἐξ ἀκανθῶν, καὶ ἐπὶ τὴν δεξιάν μου χεῖρα, ἔδωκαν κάλαμον, ἵνα συντρίψω αὐτούς, ὡς σκεύη κεραμέως.

Καὶ νῦν… ἦχος ὁ αὐτὸς
Τὸν νῶτόν μου ἔδωκα εἰς μαστίγωσιν, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπεστράφη ἀπὸ ἐμπτυσμάτων, βήματι Πιλάτου παρέστην, καὶ σταυρὸν ὑπέμεινα, διὰ τὴν τοῦ κόσμου σωτηρίαν.