Ζωντανή Ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα, Μ. Τετάρτη εσπέρας (1/5/2013)
Εἰς τὰ Ἀπόστιχα
Ἰδιόμελα Ἦχος πλ. δ'
Σήμερον τὸ κατὰ τοῦ Χριστοῦ πονηρὸν συνήχθη συνέδριον, καὶ κατ' αὐτοῦ κενὰ ἐβουλεύσατο, παραδοῦναι Πιλάτῳ εἰς θάνατον τὸν ἀνεύθυνον. Σήμερον τὴν τῶν χρημάτων ἀγχόνην, Ἰούδας ἑαυτῷ περιτίθησι, καὶ στερεῖται κατ' ἄμφω, ζωῆς προσκαίρου καὶ θείας. Σήμερον Καϊάφας, ἄκων προφητεύει. Συμφέρει λέγων, ὑπὲρ τοῦ λαοῦ ἕνα ἀπολέσθαι· ἦλθε γὰρ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τοῦ παθεῖν, ἵνα ἡμᾶς ἐλευθερώσῃ, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Στίχ. Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν.
Σήμερον ὁ Ἰούδας, τὸ τῆς φιλοπτωχείας κρύπτει προσωπεῖον, καὶ τῆς πλεονεξίας ἀνακαλύπτει τὴν μορφήν· οὐκέτι τῶν πενήτων φροντίζει, οὐκέτι τὸ μύρον πιπράσκει, τὸ τῆς ἁμαρτωλοῦ, ἀλλὰ τὸ οὐράνιον μύρον, καὶ ἐξ αὐτοῦ νοσφίζεται τὰ ἀργύρια, τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις. Τί μοι θελετε δοῦναι, κᾀγὼ ὑμῖν παραδώσω αὐτόν. Ὢ φιλαργυρίας προδότου! εὔωνον ποιεῖται τὴν πρᾶσιν, πρὸς τὴν γνώμην τῶν ἀγοραζόντων, τοῦ πωλουμένου τὴν πραγματείαν ποιεῖται, οὐκ ἀκριβολογεῖται πρὸς τὴν τιμήν, ἀλλ' ὡς δοῦλον φυγάδα ἀπεμπολεῖ· ἔθος γὰρ τοῖς κλέπτουσι, ῥίπτειν τὰ τίμια, νῦν ἔβαλε τὰ ἅγια, τοῖς κυσὶν ὁ μαθητὴς· ἡ γὰρ λύσσα τῆς φιλαργυρίας, κατά του ἰδίου Δεσπότου, μαίνεσθαι ἐποίησεν αὐτόν· ἧς τὴν πεῖραν φύγωμεν, κράζοντες· Μακρόθυμε Κύριε, δόξα σοι.
Στίχ. Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό.
Ὁ τρόπος σου δολιότητος γέμει, παράνομε Ἰούδα· νοσῶν γὰρ φιλαργυρίαν, ἐκέρδησας μισανθρωπίαν· εἰ γὰρ πλοῦτον ἠγάπας, τί τῷ περὶ πτωχείας διδάσκοντι ἐφοίτας; εἰ δὲ καὶ ἐφίλεις, ἵνα τί ἐπώλεις τὸν ἀτίμητον, προδιδοὺς εἰς μιαιφονίαν; Φρῖξον ἥλιε, στέναξον ἡ γῆ, καὶ κλονουμένη βόησον· Ἀνεξίκακε Κύριε δόξα σοι.
Στίχ. Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ.
Μηδεὶς ὦ πιστοί, τοῦ δεσποτικοῦ δείπνου ἀμύητος, μηδεὶς ὅλως ὡς ὁ Ἰούδας, δολίως προσίτω τῇ τραπέζη· ἐκεῖνος γὰρ τὸν ψωμὸν δεξάμενος, κατὰ τοῦ ἄρτου ἐχώρησε, σχήματι μὲν ὢν μαθητής, πράγματι δὲ παρὼν φονευτής, τοῖς μὲν Ἰουδαίοις συναγαλλόμενος, τοῖς δὲ Ἀποστόλοις συναυλιζόμενος, μισῶν ἐφίλει, φιλῶν ἐπώλει, τόν ἐξαγοράσαντα ἡμᾶς τῆς κατάρας, τὸν Θεὸν καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν ...
Ἦχος πλ. α'
Μυσταγωγῶν σου Κύριε τοὺς Μαθητάς, ἐδίδασκες λέγων. Ὦ φίλοι, ὁρᾶτε, μηδεῖς ὑμᾶς χωρίσει μου φόβος· εἰ γὰρ πάσχω, ἀλλ' ὑπὲρ τοῦ Κόσμου· μὴ οὖν σκανδαλίζεσθε ἐν ἐμοί· οὐ γὰρ ἦλθον διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχήν μου, λύτρον ὑπὲρ τοῦ Κόσμου. Εἰ οὖν ὑμεῖς φίλοι μού ἐστε, ἐμὲ μιμεῖσθε· ὁ θέλων πρῶτος εἶναι, ἔστω ἔσχατος, ὁ δεσπότης, ὡς ὁ διάκονος· μείνατε ἐν ἐμοί, ἵνα βότρυν φέρητε· ἐγὼ γάρ εἰμι τῆς ζωῆς ἡ ἄμπελος.