Δόξα... Και νυν...
Αναστάσεως ημέρα, και λαμπρυνθώμεν τη πανηγύρει,
και αλλήλους περιπτυξώμεθα.
Είπωμεν, αδελφοί, και τοις μισούσιν ημάς˙
Συγχωρήσωμεν πάντα τη Αναστάσει,
και ούτω βοήσωμεν˙
Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας,
και τοις εν τοις μνήμασι ζωήν χαρισάμενος.
Καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱ. Χρυσοστόμου.
Εἰς τὸ ᾿Εξαιρέτως :
Ὁ῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ·
῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε,
ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.
Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ,
ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε,
Χόρευε νῦν, καὶ ἀγάλλου Σιών,
σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε,
ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.