Τρίτη 6 Μαρτίου 2012

Απολυτίκια του Ναού


Απολυτίκιον Γενέσεως της Θεοτόκου


Ἡ γέννησίς σου Θεοτόκε, 
χαρὰν ἐμήνυσε πάσῃ τῇ οικουμένῃ, 
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, 
Χριστὸς ὁ Θεὸς ἡμῶν, 
καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, 
καὶ καταργήσας τὸν θάνατον, 
ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.


Απολυτίκιον Αγίου Ιωάννου του Χρυσοστόμου


Ἡ τοῦ στόματός σου καθάπερ πυρσός 
κλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, 
ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, 
τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. 
Ἀλλὰ σοῖς λόγοις παιδεύων, 
Πάτερ, Ἰωάννη Χρυσόστομε, 
πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, 
σωθῆναι τὰς ψυχὰς ἡμῶν.