Σάββατο 26 Μαρτίου 2016

Καταβασίαι, Μεγαλυνάριον (Εὐαγγελίζου γῆ χαράν μεγάλην)


(Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
χθές Παρασκευή 25 Μαρτίου 2016, πρωί)


ΚΑΤΑΒΑΣΙΑΙ
Ἦχος δ’

ᾠδὴ α’ 
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Σύλληψιν.

ᾠδὴ γ’
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθορος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον, κἂν τῇ σεπτῇ Συλλήψει σου… στεφάνων δόξης ἀξίωσον.

ᾠδὴ δ’
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας΄ Δόξα Χριστὲ τῇ δυνάμει σου.

ᾠδὴ ε’ 
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ᾠδὴ ς’
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος΄ Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

ᾠδὴ ζ’
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾠδὴ η’
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, καί προσκυνοῦμεν τὸν Κύριον.
Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, Βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ, διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς ἀναστραφήσεται, διὸ καὶ χαίρων βοῶ΄ Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ᾠδὴ θ’
Μ ε γ α λ υ ν ά ρ ι ο ν

Στίχ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὁ Εἱρμὸς
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκω ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετά σοῦ.

Στίχ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὑπὲρ ἔννοιαν συλλαβοῦσα Θεόν, τῆς φύσεως θεσμοὺς ἔλαθες Κόρη, Σὺ γὰρ ἐν τῷ τίκτειν τὰ μητέρων διέδρας, Ῥευστὴ φύσις περ καθεστηκυΐα, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Στίχ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Πῶς πηγάζεις γάλα Παρθένε ἁγνὴ; Οὐ φέρει ἐξειπεῖν γλῶσσα βροτεία, Ξένον γὰρ φύσεως ἐπιδείκνυσαι πρᾶγμα, Νομίμου γονῆς ὅρους ὑπερβαῖνον, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Στίχ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Μυστικῶς ταῖς ἱεροτεύκτοις Γραφαῖς, Λαλεῖται περὶ σοῦ, Μῆτερ Ὑψίστου, Κλίμακα γὰρ πάλαι Ἰακὼβ σὲ προτυποῦσαν, Ἰδών ἔφη, Βάσις Θεοῦ αὕτη, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Δόξα Πατρί…
Στίχ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Θαυμαστὸν τῷ Ἱεροφάντῃ Μωσεῖ΄ Ἡ βάτος καὶ τὸ πῦρ ἔδειξε τέρας, Ζητῶν δὲ τὸ πέρας εἰς διάβασιν χρόνου, Ἐν Κόρῃ ἁγνῇ, ἔφη, κατοπτεύσω, ᾗ ὡς Θεοτόκῳ λεχθείη, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Καὶ νῦν…
Στίχ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Δανιὴλ σε ὄρος καλεῖ νοητόν, Γεννήτριαν Θεοῦ ὁ Ἡσαΐας, Βλέπει δὲ ὡς πόκον Γεδεών, ὁ Δαυΐδ δέ, Ἁγίασμα φάσκει, πύλην δὲ σε ἄλλος, ὁ δὲ Γαβριὴλ σοι κραυγάζει, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Καταβασία
Στίχ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.