1. Εὐλογημένη ἡ βασιλεία
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Αγαθονίκου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ
διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ φιλοχρίστου στρατοῦ τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου
δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων
καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ὑπὲρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς,
κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Κύριε ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.
Κύριε ἐλέησον.
Τῆς Παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου,
δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ
παραθώμεθα.
Ὑπεραγία Θεοτόκε, σῶσον
ἡμᾶς - Σοὶ Κύριε.
[ Τῶν ἀνωτέρω ὑπὸ τοῦ
διακόνου ἐκφωνουμένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς
τὴν εὐχὴν τοῦ α΄ Ἀντιφώνου:
Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ
κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος·
οὗ τὸ ἔλεος ἀμέτρητον
καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός,
Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον
ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον,
καὶ ποίησον μεθ' ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς
σου. ]
(Ἐκφώνως:)
Ὅτι πρέπει σοι πᾶσα
δόξα, τιμὴ καὶ
προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
2. Ἀμήν.
Ευλόγει η ψυχή μου
τον Κύριον και πάντα τα εντός μου το όνομα το άγιον αυτού.
Ταις πρεσβείαις της
Θεοτόκου, Σώτερ, σώσον ημάς.
Ευλόγει η ψυχή μου
τον Κύριον και μη επιλανθάνου πάσας τας ανταποδόσεις αυτού.
Ταις πρεσβείαις της
Θεοτόκου, Σώτερ, σώσον ημάς.
Κύριος εν τω ουρανώ
ητοίμασε τον θρόνον αυτού και η βασιλεία αυτού πάντων δεσπόζει.
Ταις πρεσβείαις της
Θεοτόκου, Σώτερ, σώσον ημάς.
Έτι και έτι, εν
ειρήνη του Κυρίου δεηθώμεν.
Κύριε, ελέησον.
Αντιλαβού, σώσον, ελέησον
και διαφύλαξον ημάς, ο Θεός, τη ση χάριτι.
Κύριε, ελέησον.
Της παναγίας, αχράντου,
υπερευλογημένης, ενδόξου δεσποίνης ημών, Θεοτόκου και αειπαρθένου Μαρίας, μετά
πάντων των Αγίων μνημονεύσαντες, εαυτούς και αλλήλους και πάσαν την ζωήν ημών
Χριστώ τω Θεώ παραθώμεθα.
Σοί, Κύριε.
Ότι σόν το κράτος και σου
εστιν η βασιλεία και η δύναμις και η δόξα, του Πατρός και του Υιού και του
Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Αίνει η ψυχή μου τον
Κύριον· αινέσω Κύριον εν τη ζωή μου, ψαλώ τω Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιε Θεού, ο
αναστάς εκ νεκρών, ψάλλοντάς σοι αλληλούϊα.
Μακάριος ου ο Θεός Ιακώβ
βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τον Θεόν αυτού.
Σώσον ημάς...
Βασιλεύσει Κύριος εις τον
αιώνα, ο Θεός σου, Σιών, εις γενεάν και γενεάν.
Σώσον ημάς...
Δόξα Πατρί και Υιώ και
Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ο μονογενής Υιος και Λόγος
του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος δια την ημετέραν σωτηρίαν,
σαρκωθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας
σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της αγίας Τριάδος,
συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
3. Έτι και έτι εν ειρήνη, του Κυρίου δεηθώμεν.
Κύριε, ελέησον.
Αντιλαβού, σώσον, ελέησον και διαφύλαξον ημάς, ο Θεός, τη ση χάριτι.
Κύριε, ελέησον.
Της παναγίας, αχράντου, υπερευλογημένης, ενδόξου δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας, μετά πάντων των Αγίων μνημονεύσαντες, εαυτούς και αλλήλους και πάσαν την ζωήν ημών Χριστώ τω Θεώ παραθώμεθα.
Σοί, Κύριε.
Ότι αγαθός και φιλάνθρωπος
Θεός υπάρχεις και σοί την δόξαν αναπέμπομεν τω Πατρί και τω Υιώ και τω Αγίω
Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Αύτη η ημέρα Κυρίου,
αγαλλιασώμεθα και ευφρανθώμεν εν αυτή.
Του λίθου σφραγισθέντος
υπό των Ιουδαίων, και στρατιωτών φυλασσόντων το άχραντον σου σώμα,
ανέστης τριήμερος Σωτήρ, δωρούμενος τω κοσμώ την ζωήν. Δια τούτο αι δυνάμεις
των ουρανών εβόων σοι ζωοδότα. Δόξα τη αναστάσει σου Χριστέ, δόξα τη βασιλεία
σου, δόξα τη οικονομία σου, μόνε φιλάνθρωπε.
[Δέσποτα Κύριε ο Θεός ημών, ο καταστήσας εν
ουρανοίς τάγματα και στρατιάς αγγέλων και αρχαγγέλων εις λειτουργίαν της σής
δόξης, ποίησον συν τη εισόδω ημών είσοδον αγίων αγγέλων γενέσθαι,
συλλειτουργούντων ημίν και συνδοξολογούντων την σήν αγαθότητα. Ότι πρέπει σοι
πάσα δόξα, τιμή και προσκύνησις, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν
και αεί και εις τους αιώνας των αιώνων. Αμήν.]
4. Σοφία! Ορθοί!
Δεύτε προσκυνήσωμεν και
προσπέσωμεν Χριστώ.
Σώσον ημάς, Υιέ Θεού, ο
αναστάς εκ νεκρών, ψάλλοντάς σοι αλληλούϊα.
Του λίθου σφραγισθέντος
υπό των Ιουδαίων, και στρατιωτών φυλασσόντων το άχραντον σου σώμα,
ανέστης τριήμερος Σωτήρ, δωρούμενος τω κοσμώ την ζωήν. Δια τούτο αι δυνάμεις
των ουρανών εβόων σοι ζωοδότα. Δόξα τη αναστάσει σου Χριστέ, δόξα τη βασιλεία
σου, δόξα τη οικονομία σου, μόνε φιλάνθρωπε.
Η Γέννησίς σου Θεοτόκε,
χαράν εμήνυσε πάση τη οικουμένη εκ σου γαρ ανέτειλεν ο Ήλιος της δικαιοσύνης,
Χριστός ο Θεός ημών και λύσας την κατάραν, έδωκε την ευλογίαν και καταργήσας
τον θάνατον, εδωρήσατο ημίν ζωήν την αιώνιον.
H του στόματος σου καθάπερ
πυρσός εκλάμψασα χάρις τήν οικουμένην εφώτισεν. Αφιλαργυρίας τω κόσμω θησαυρούς
εναπέθετο, τό ύψος ημίν της ταπεινοφροσύνης υπέδειξεν. Αλλά σοίς λόγοις
παιδεύων, Πάτερ Ιωάννη Χρυσόστομε, πρέσβευε τω Λόγω Χριστώ τω θεώ, σωθήναι τάς
ψυχάς ημών.
Προστασία των Χριστιανών
ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων
φωνάς.
αλλά πρόφθασον ως αγαθή,
εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι. τάχυνον εις πρεσβείαν, και
σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.
5. Του Κυρίου δεηθώμεν.
Ότι άγιος ει ο Θεός ημών
και σοί την δόξαν αναπέμπομεν, τω Πατρί και τω Αγίω Πνεύματι, νυν και αεί και
εις τους αιώνας των αιώνων.
Αμήν.
Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος·
ελέησον ημάς.
6. Έτι και έτι εν ειρήνη, του
Κυρίου δεηθώμεν.
Κύριε, ελέησον.
Αντιλαβού, σώσον, ελέησον
και διαφύλαξον ημάς, ο Θεός, τη ση χάριτι.
Κύριε, ελέησον.
Σοφία!
Όπως υπό του κράτους σου
πάντοτε φυλαττόμενοι, σοί δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω
Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Οι τα Χερουβείμ μυστικώς
εικονίζοντες, και τη ζωοποιώ Τριάδι τον τρισάγιον ύμνον προσάδοντες, πάσαν την
βιωτικήν αποθώμεθα μέριμναν.
Ως τον Βασιλέα των όλων υποδεξόμενοι.
Πάντων ημών μνησθείη
Κύριος ο Θεός εν τη βασιλεία αυτού, πάντοτε, νυν και αεί και εις τους αιώνας
των αιώνων.
Ταις αγγελικαίς αοράτως δορυφορούμενον τάξεσιν.
Αλληλούϊα.
7. Πληρώσωμεν την δέησιν ημών
τω Κυρίω.
Κύριε, ελέησον.
Υπέρ των προτεθέντων
τιμίων δώρων, του Κυρίου δεηθώμεν.
Υπέρ του αγίου οίκου τούτου
και των μετά πίστεως, ευλαβείας και φόβου Θεού εισιόντων εν αυτώ, του Κυρίου
δεηθώμεν.
Υπέρ του ρυσθήναι ημάς από
πάσης θλίψεως, οργής, κινδύνου και ανάγκης, του Κυρίου δεηθώμεν.
Αντιλαβού, σώσον, ελέησον
και διαφύλαξον ημάς, ο Θεός, τη ση χάριτι.
Τήν ημέραν πάσαν τελείαν,
αγίαν, ειρηνικήν και αναμάρτητον, παρά του Κυρίου αιτησώμεθα.
Παράσχου, Κύριε.
Άγγελον ειρήνης, πιστόν
οδηγόν, φύλακα των ψυχών και των σωμάτων ημών, παρά του Κυρίου αιτησώμεθα.
Συγγνώμην και άφεσιν των
αμαρτιών και των πλημμελημάτων ημών, παρά του Κυρίου αιτησώμεθα.
Τα καλά και συμφέροντα
ταις ψυχαίς ημών και ειρήνην τω κόσμω, παρά του Κυρίου αιτησώμεθα.
Τόν υπόλοιπον χρόνον της
ζωής ημών εν ειρήνη και μετανοία εκτελέσαι παρά του Κυρίου αιτησώμεθα.
Χριστιανά τα τέλη της ζωής
ημών, ανώδυνα, ανεπαίσχυντα, ειρηνικά και καλήν απολογίαν, την επί του φοβερού
βήματος του Χριστού, αιτησώμεθα.
Της παναγίας, αχράντου,
υπερευλογημένης, ενδόξου δεσποίνης ημών, Θεοτόκου και αειπαρθένου Μαρίας μετά
πάντων των Αγίων μνημονεύσαντες, εαυτούς και αλλήλους και πάσαν την ζωήν ημών
Χριστώ τω Θεώ παραθώμεθα.
Σοί Κύριε.
Δια των οικτιρμών του
μονογενούς σου Υιού, μεθ ου ευλογητός ει, συν τω παναγίω και αγαθώ και ζωοποιώ
σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Ειρήνη πάσι.
Και τω πνεύματί σου.
Αγαπήσωμεν αλλήλους, ίνα
εν ομονοία ομολογήσωμεν.
8. Πατέρα, Υιόν και Άγιον
Πνεύμα, Τριάδα ομοούσιον και αχώριστον.
Τάς θύρας, τας θύρας! Εν
σοφία πρόσχωμεν.
Πιστεύω εις ένα Θεόν,
Πατέρα, παντοκράτορα, ποιητήν ουρανού και γης, ορατών τε πάντων και αοράτων.
Και εις ένα Κύριον Ιησούν
Χριστόν, τον Υιόν του Θεού τον μονογενή, τον εκ του Πατρός γεννηθέντα προ
πάντων των αιώνων. Φως εκ φωτός, Θεόν αληθινόν εκ Θεού αληθινού γεννηθέντα, ου
ποιηθέντα, ομοούσιον τω Πατρί, δι ου τα πάντα εγένετο.
Τόν δι ημάς τους ανθρώπους
και δια την ημετέραν σωτηρίαν κατελθόντα εκ των ουρανών και σαρκωθέντα εκ
Πνεύματος Αγίου και Μαρίας της Παρθένου και ενανθρωπήσαντα.
Σταυρωθέντα τε υπέρ ημών
επί Ποντίου Πιλάτου και παθόντα και ταφέντα.
Και αναστάντα τη τρίτη
ημέρα κατά τας Γραφάς.
Και ανελθόντα εις τους
ουρανούς και καθεζόμενον εκ δεξιών του Πατρός.
Και πάλιν ερχόμενον μετά
δόξης κρίναι ζώντας και νεκρούς, ου της βασιλείας ουκ έσται τέλος.
Και εις το Πνεύμα το
Άγιον, το κύριον, το ζωοποιόν, το εκ του Πατρός εκπορευόμενον, το συν Πατρί και
Υιώ συμπροσκυνούμενον και συνδοξαζόμενον, το λαλήσαν δια των Προφητών.
Εις μίαν, αγίαν, καθολικήν
και αποστολικήν Εκκλησίαν.
Ομολογώ εν βάπτισμα εις
άφεσιν αμαρτιών.
Προσδοκώ ανάστασιν νεκρών.
Και ζωήν του μέλλοντος αιώνος. Αμήν.
9. Στώμεν καλώς· στώμεν μετά
φόβου· πρόσχωμεν την αγίαν αναφοράν εν ειρήνη προσφέρειν.
Έλεον ειρήνης, θυσίαν
αινέσεως.
Η χάρις του Κυρίου ημών
Ιησού Χριστού, και η αγάπη του Θεού και Πατρός, και η κοινωνία του Αγίου
Πνεύματος, είη μετά πάντων υμών.
Και μετά του πνεύματός
σου.
Άνω σχώμεν τας καρδίας.
Έχομεν προς τον Κύριον.
Ευχαριστήσωμεν τω Κυρίω.
Άξιον και δίκαιον.
10. Τόν επινίκιον ύμνον
άδοντα, βοώντα, κεκραγότα, και λέγοντα.
Άγιος, Άγιος, Άγιος Κύριος
Σαβαώθ· πλήρης ο ουρανός και η γη της δόξης σου. Ωσαννά εν τοις υψίστοις·
ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου. Ωσαννά εν τοις υψίστοις.
Λάβετε, φάγετε· τούτό μου
εστι το σώμα, το υπέρ υμών κλώμενον, εις άφεσιν αμαρτιών.
Αμήν.
Πίετε εξ αυτού πάντες·
τούτό εστι το αίμά μου, το της καινής Διαθήκης, το υπέρ υμών και πολλών
εκχυνόμενον, εις άφεσιν αμαρτιών.
Αμήν.
Τα σά εκ των σών σοί
προσφέρομεν κατά πάντα και δια πάντα.
Σε υμνούμεν, σε
ευλογούμεν, σοί ευχαριστούμεν, Κύριε, και δεόμεθά σου, ο Θεός ημών.
11. Εξαιρέτως της παναγίας,
αχράντου, υπερευλογημένης, ενδόξου δεσποίνης ημών Θεοτόκου και αειπαρθένου
Μαρίας.
Άξιόν εστιν ως αληθώς,
μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του
Θεού ημών. Τήν τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των
Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε
μεγαλύνομεν.
12. Εν πρώτοις μνήσθητι,
Κύριε, του αρχιεπισκόπου ημών Αγαθονίκου, ον χάρισαι ταις αγίαις σου Εκκλησίαις
εν ειρήνη, σώον, έντιμον, υγιά μακροημερεύοντα και ορθοτομούντα τον λόγον της
σής αληθείας.
Και ων έκαστος κατά
διάνοιαν έχει, και πάντων και πασών.
Και πάντων και πασών.
Και δος ημίν, εν ενί
στόματι και μια καρδία, δοξάζειν και ανυμνείν το πάντιμον και μεγαλοπρεπές
όνομά σου, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις
τους αιώνας των αιώνων.
Αμήν.
Και έσται τα ελέη του
μεγάλου Θεού και Σωτήρος ημών Ιησού Χριστού μετά πάντων υμών.
Και μετά του πνεύματός
σου.
Πάντων των αγίων
μνημονεύσαντες, έτι και έτι εν ειρήνη, του Κυρίου δεηθώμεν.
Κύριε, ελέησον.
Υπέρ των προσκομισθέντων
και αγιασθέντων τιμίων δώρων, του Κυρίου δεηθώμεν.
Κύριε, ελέησον.
Όπως ο φιλάνθρωπος Θεός
ημών, ο προσδεξάμενος αυτά εις το άγιον και υπερουράνιον και νοερόν αυτού
θυσιαστήριον, εις οσμήν ευωδίας πνευματικής, αντικαταπέμψη ημίν την θείαν χάριν
και την δωρεάν του Αγίου Πνεύματος, του Κυρίου δεηθώμεν.
Υπέρ του ρυσθήναι ημάς από
πάσης θλίψεως, οργής, κινδύνου και ανάγκης, του Κυρίου δεηθώμεν.
Αντιλαβού, σώσον, ελέησον,
και διαφύλαξον ημάς, ο Θεός, τη ση χάριτι.
Τήν ημέραν πάσαν, τελείαν,
αγίαν, ειρηνικήν και αναμάρτητον, παρά του Κυρίου αιτησώμεθα.
Παράσχου, Κύριε.
Άγγελον ειρήνης, πιστόν
οδηγόν, φύλακα των ψυχών και των σωμάτων ημών, παρά του Κυρίου αιτησώμεθα.
Συγγνώμην και άφεσιν των
αμαρτιών και των πλημμελημάτων ημών, παρά του Κυρίου αιτησώμεθα.
Τα καλά και συμφέροντα
ταις ψυχαίς ημών και ειρήνην τω κόσμω, παρά του Κυρίου αιτησώμεθα.
Τόν υπόλοιπον χρόνον της
ζωής ημών εν ειρήνη και μετανοία εκτελέσαι, παρά του Κυρίου αιτησώμεθα.
Χριστιανά τα τέλη της ζωής
ημών, ανώδυνα, ανεπαίσχυντα, ειρηνικά, και καλήν απολογίαν την επί του φοβερού
βήματος του Χριστού, αιτησώμεθα.
Τήν ενότητα της πίστεως
και την κοινωνίαν του Αγίου Πνεύματος αιτησάμενοι, εαυτούς και αλλήλους, και
πάσαν την ζωήν ημών Χριστώ τω Θεώ παραθώμεθα.
Σοί, Κύριε.
Και καταξίωσον ημάς,
Δέσποτα, μετά παρρησίας, ακατακρίτως, τολμάν επικαλείσθαί σε τον επουράνιον
Θεόν Πατέρα και λέγειν.
13. Πάτερ ημών, ο εν τοις
ουρανοίς· αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά
σου, ως εν ουρανώ και επί της γης. Τόν άρτον ημών τον επιούσιον δος ημίν
σήμερον· και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις
ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.
Ότι σου εστιν η βασιλεία
και η δύναμις και η δόξα, του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν
και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Ειρήνη πάσι.
Και τω πνεύματί σου.
Τάς κεφαλάς ημών τω Κυρίω
κλίνωμεν.
Σοί, Κύριε.
Χάριτι και οικτιρμοίς και
φιλανθρωπία του μονογενούς σου Υιού, μεθ ου ευλογητός ει, συν τω παναγίω και
αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Πρόσχωμεν!
Τα άγια τοις αγίοις.
Εις άγιος, εις Κύριος,
Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
14. Μετά φόβου Θεού, πίστεως
και αγάπης προσέλθετε.
Του δείπνου σου του μυστικού,
σήμερον υιέ Θεού, κοινωνόν με παράλαβε, ου μη γάρ τοίς εχθροίς σου, το
μυστήριον είπω
ου φίλημά σοι δώσω, καθάπερ
ο Ιούδας, αλλ' ως ληστής ομολογώ σοι, Μνήσθητί μου, Κύριε, όταν έλθης εν τη
βασιλεία σου.
Σώσον, ο Θεός, τον λαόν
σου και ευλόγησον την κληρονομίαν σου.
Είδομεν το φως το
αληθινόν, ελάβομεν Πνεύμα επουράνιον, εύρομεν πίστιν αληθή, αδιαίρετον Τριάδα
προσκυνούντες· αύτη γαρ ημάς έσωσεν.
Πάντοτε νυν και αεί και
εις τους αιώνας των αιώνων.
Αμήν.
Ορθοί. Μεταλαβόντες των
θείων, αγίων, αχράντων, αθανάτων, επουρανίων και ζωοποιών, φρικτών του Χριστού
Μυστηρίων, αξίως ευχαριστήσωμεν τω Κυρίω.
Κύριε, ελέησον.
Αντιλαβού, σώσον, ελέησον
και διαφύλαξον ημάς, ο Θεός, τη ση χάριτι.
Τήν ημέραν πάσαν, τελείαν,
αγίαν, ειρηνικήν και αναμάρτητον αιτησάμενοι, εαυτούς και αλλήλους και πάσαν
την ζωήν ημών Χριστώ τω Θεώ παραθώμεθα.
Σοί, Κύριε.
Ότι συ ει ο αγιασμός ημών
και σοί την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν
και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.
Εν ειρήνη προέλθωμεν.
Του Κυρίου δεηθώμεν.
Κύριε, ελέησον. Πάτερ Άγιε
Ευλόγησον,
Ο ευλογών τους ευλογούντάς
σε, Κύριε, και αγιάζων τους επί σοί πεποιθότας, σώσον τον λαόν σου και
ευλόγησον την κληρονομίαν σου. Το πλήρωμα της Εκκλησίας σου φύλαξον· αγίασον
τους αγαπώντας την ευπρέπειαν του οίκου σου. Συ αυτούς αντιδόξασον τη θεϊκή σου
δυνάμει, και μη εγκαταλίπης ημάς τους ελπίζοντας επί σε. Ειρήνην τω κόσμω σου
δώρησαι, ταις Εκκλησίαις σου, τοις ιερεύσι, τω στρατώ και παντί τω λαώ σου· ότι
πάσα δόσις αγαθή και παν δώρημα τέλειον άνωθέν εστι, καταβαίνον εκ σου του
Πατρός των φώτων, και σοί την δόξαν και ευχαριστίαν και προσκύνησιν
αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους
αιώνας των αιώνων.
Αμήν. Είη το όνομα Κυρίου
ευλογημένον από του νυν και έως του αιώνος.
Του Κυρίου δεηθώμεν.
Κύριε, ελέησον.
Ευλογία Κυρίου και έλεος
αυτού έλθοι εφ υμάς, τη αυτού θεία χάριτι και φιλανθρωπία πάντοτε, νυν και αεί
και εις τους αιώνας των αιώνων.
Αμήν.
Δόξα σοι, ο Θεός, η ελπίς
ημών· δόξα σοι.
Δόξα Πατρί και Υιώ και
Αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν. Κύριε,
ελέησον (γ´). Δέσποτα άγιε, ευλόγησον.
Ο αναστάς εκ νεκρών
Χριστός ο αληθινός Θεός ημών, ταις πρεσβείαις της παναχράντου και παναμώμου
αγίας αυτού Μητρός της και Παντανάσσης· δυνάμει του τιμίου και ζωοποιού
Σταυρού· προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων· ικεσίαις του
τιμίου ενδόξου προφήτου, προδρόμου και βαπτιστού Ιωάννου· των αγίων ενδόξων και
πανευφήμων Αποστόλων· των αγίων ενδόξων και καλλινίκων Μαρτύρων· των οσίων και
θεοφόρων Πατέρων ημών... των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης...
και πάντων των Αγίων, ελεήσαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και
ελεήμων Θεός.
Δι ευχών των αγίων Πατέρων
ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον και σώσον ημάς.
Αμήν.
Έψαλαν :
Ιερείς : Πρωτοπρεσβύτερος π. Πέτρος Ν. Ζώης , Πρωτοπρεσβύτερος π. Δημήτριος Παναηλίδης
Χορός : Πρωτοψάλτες, Δημήτριος Καραμούζας και Νικόλαος Φακαλής
Μέλη Χορού : Νικόλαος Ζώης, Παναγιώτης Παναγιωτίδης, Βασίλειος Γκατζάς
[ Η ηχογράφηση έγινε ζωντανά στο Παρεκκλήσιον του Ναού ]