Κυριακή 21 Ιανουαρίου 2018

Πασαπνοάρια & Στιχηρά τῶν Αἴνων πλαγίου δ' ἤχου και ἁγίου Μαξίμου τοῦ Ὁμολογητοῦ


(Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα, Κυριακῇ ΙΕ' Λουκᾶν, 21 Ἰανουαρίου 2018)


ΑΙΝΟΙ
Ἦχος πλ.δ’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στιχηρὰ Ἀναστάσιμα δ’.
Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ’ οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.

Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. 
Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ’ ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο, ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας, φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε, διὰ τοῦτο προσκυνοῦμεν, τὴν ταφήν σου καὶ τὴν ἔγερσιν.


Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ γύναια ἐφώνησε λέγων· Τὶ ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, ἀνέστη, Θεός ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.


Στιχηρὰ τοῦ Ὁμολογητοῦ
Ἦχος .δ’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ὡς γενναῖον ἐν Μάρτυσιν

Τὸν δι᾿ οἶκτον γενόμενον, ὡς εὐδόκησεν ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείαις τε, κατανοούμενον Ὅσιε, ἐκήρυξας Μάξιμε, ἀποφράττων μιαρῶν, τὰ ἀπύλωτα στόματα, μονοθέλητον, μονενέργητον τοῦτον δοξαζόντων, ἐπηρείᾳ διαβόλου, τοῦ τὴν κακίαν τεκτήναντος.

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. 

Τὸν δι᾿ οἶκτον γενόμενον,….

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ταῖς νευραῖς τῶν δογμάτων σου, Πύρρον Πάτερ ἀπέπνιξας, ληρῳδοῦντα Μάξιμε τὸν κακόφρονα, καὶ διωγμοὺς ἐκαρτέρησας, καὶ θλίψεις ἀοίδιμε, μαστιζόμενος δεινῶς, καὶ τὴν γλῶτταν τεμνόμενος, καὶ τὴν πάντοτε, πρὸς Θεὸν αἱρομένην θείαν χεῖρα, δι’ ἧς γράφων διετέλεις, τὰ ὑψηλότατα δόγματα

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Ὀξυγράφου ὡς κάλαμος, τεθηγμένη τῷ Πνεύματι, ἡ ἁγία γέγονε Πάτερ γλῶσσά σου, καλλιγραφοῦσα ἐν χάριτι, πλαξὶ καρδιῶν ἡμῶν, τόμον θείων ἀρετῶν, καὶ δογμάτων ἀκρίβειαν, καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύω οὐσίαις τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ ὑποστάσει, ἐμφανισθῆναι θελήσαντος.