Δευτέρα 9 Σεπτεμβρίου 2019

Οι Μακαρισμοί


(Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης,
χθές, Κυριακή 8 Σεπτεμβρίου 2019)

ναστάσιμοι. Ἦχος γ´

Ἀθετήσαντα Χριστέ, τὴν ἐντολήν σου, τὸν προπάτορα Ἀδάμ, τοῦ Παραδείσου ἐξώρισας, τὸν δὲ Λῃστὴν Οἰκτίρμον, ὁμολογήσαντά σε ἐν Σταυρῷ, ἐν αὐτῷ εἰσῴκισας κράζοντα· Μνήσθητί μου Σωτήρ, ἐν τῇ Βασιλείᾳ σου.

Ἁμαρτήσαντας ἡμᾶς, τῇ τοῦ θανάτου, κατεδίκασας ἀρᾷ, ὁ Ζωοδότης καὶ Κύριος, ἐν δὲ τῷ σώματί σου, ἀναμαρτήτως Δέσποτα παθῶν, τοὺς θνητοὺς ἐζώωσας κράζοντας· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου.

Ἀναστὰς ἐκ τῶν νεκρῶν, συνεξανέστησας, ἡμᾶς ἐκ τῶν παθῶν, τῇ Ἀναστάσει σου Κύριε, τοῦ δὲ θανάτου πᾶσαν, τὴν δυναστείαν ὤλεσας Σωτήρ· διὰ τοῦτο πίστει σοι κράζομεν· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου.

Τῇ τριημέρῳ σου ταφῇ, τοὺς ἐν τῷ ᾅδῃ νεκρωθέντας ὡς Θεός, ζωοποιήσας συνήγειρας, καὶ ἀφθαρσίαν πᾶσιν, ὡς ἀγαθὸς ἐπήγασας ἡμῖν, τοῖς ἐν πίστει κράζουσι πάντοτε· Μνήσθητι καὶ ἡμῶν, ἐν τῇ Βασιλείᾳ σου.


Τῆς ἑορτῆς. ᾨδὴ γ´. Ἦχος β´. Ὁ εἱρμός. 

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε. 

Ἀμέμπτως τῷ Θεῷ πολιτευσάμενοι, τὴν πάντων ἐκύησαν σωτηρίαν, οἱ θεόφρονες γεννήτορες, τῆς τὸν Κτίστην τεκούσης καὶ Θεὸν ἡμῶν. 

Ὁ πᾶσι τὴν ζωὴν πηγάζων Κύριος, ἐκ στείρας προήγαγε τὴν Παρθένον· ἣν εἰσδῦναι κατηξίωσε, μετὰ τόκον φυλάξας ἀδιάφθορον. 

Τῆς Ἄννης τὸν καρπὸν Μαρίαν σήμερον, τὴν βότρυν κυήσασαν ζωηφόρον, ὡς Θεοτόκον ἀνυμνήσωμεν, προστασίαν τε πάντων καὶ βοήθειαν.


Τῆς ἑορτῆς ἕτερος. ᾨδὴ Ϛ´. Ἦχος πλ. δ´.

Ὑμνοῦμεν τὴν ἁγίαν σου γέννησιν, τιμῶμεν καὶ τὴν ἄσπορον σύλληψιν, σοῦ νύμφη Θεόνυμφε καὶ Παρθένε· σκιρτῶσι δὲ σὺν ἡμῖν Ἀγγέλων τάξεις, καὶ τῶν Ἁγίων ψυχαί. 

Ἁγίαν τῶν Ἁγίων ὑπάρχουσαν, οἱ σώφρονες πατέρες σου Ἄχραντε, ἀνέθεντό σε ἐν οἴκῳ Κυρίου, ἀνατραφῆναι σεμνῶς, καὶ εἰς Μητέρα ἑτοιμασθῆναι αὐτῷ.

Δόξα. 
Ἐν σοὶ τὸ τῆς Τριάδος μυστήριον, ὑμνεῖται καὶ δοξάζεται Ἄχραντε· Πατὴρ γὰρ ηὐδόκησε, καὶ ὁ Λόγος ἐσκήνωσεν ἐν ἡμῖν, καὶ θεῖον Πνεῦμα σοὶ ἐπεσκίασε. 

Καὶ νῦν. Θεοτοκίον. 
Χρυσοῦν θυμιατήριον γέγονας· τὸ πῦρ γὰρ ἐν γαστρί σου ἐσκήνωσεν, ὁ Λόγος ἐκ Πνεύματος τοῦ Ἁγίου, καὶ ἐν ἀνθρώπου μορφῇ καθωράθη, Θεογεννῆτορ ἁγνή.