Σάββατο 6 Ιουλίου 2024

† Κυριακῇ 7 Ἰουλίου 2024 (Β' Ματθαῖου)


                                          † Μνήμη τῆς Ἁγίας Μάρτυρος Κυριακῆς

Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατά Ματθαῖον
Κεφ. δ' : 18-23 

Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ ᾿Ιησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς. Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν, ἠκολούθησαν αὐτῷ. Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ ᾿Ιησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.



Ὁ Ἀπόστολος

Προκείμενον. Ἦχος δ'

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. γ’ : 23-29, δ’ : 1-5

δελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκ ἔτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾽Ιησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· οὐκ ἔνι ᾽Ιουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾽Αβραὰμ σπέρμα ἐστέ, καὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

Ἀλληλούϊα [γ΄]. Ἦχος δ'

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.



Εἰς τόν Ὄρθρον
Τὸ Β΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Μάρκον 
Κεφ. ιστ' : 1-8 

Διαγενομένου τοῦ Σαββάτου, Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν τὸν᾿Ιησοῦν. Καὶ λίαν πρωῒ τῆς μιᾶς Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι, θεωροῦσιν, ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ᾿ ὑπάγετε, εἴπατε τοῖς Μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ταχύ, ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.