Σάββατο, 11 Σεπτεμβρίου 2021

† Κυριακῇ 12 Σεπτεμβρίου 2021 (Πρό τῆς Ὑψώσεως)


Τὸ Εὐαγγέλιον

Ἐκ τοῦ κατά Ἰωάννην
Κεφ. γ' : 13-17

Εἶπεν ὁ Κύριος· Oὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Yἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Kαὶ καθὼς Μωῡσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Yἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλυται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. Oὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Yἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωὴν αἰώνιον. Oὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Yἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ.



Ὁ Ἀπόστολος

Προκείμενον. Ἦχος πλ. β΄ [Ψαλμός κζ΄ 27]

Στίχος: Σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Στίχος: Πρός σέ, Κύριε, κεκράξομαι, ὁ Θεός μου

Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. στ' : 11-18 

δελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοί δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ ᾿Ιησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾿ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ᾿Ιησοῦ ἐν τῷ σώματί μου βαστάζω. ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

Ἀλληλούϊα [γ΄]. Ἦχος α' [Ψαλμός 88]

Στίχος: Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου.
Στίχος: Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ.




Εἰς τόν Ὄρθρον
Τὸ Α΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατὰ Ματθαῖον
Κεφ. κη' : 16-20

Τῷ καιρῷ ἐκείνῳ, οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ᾿Ιησοῦς. Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς, ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ, ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.