Σάββατο 28 Νοεμβρίου 2015

† Κυριακῇ 29 Νοεμβρίου 2015 (ΙΓ΄ Λουκᾶν)

Εὐαγγελική Περικοπή,

Ἐκ τοῦ κατά Λουκᾶν 
Κεφ. ιη΄: 18-27

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπος τις προσῆλθε τῷ ᾿Ιησοῦ, πειράζων αὐτὸν, καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς· μὴ φονεύσῃς· μὴ κλέψῃς· μὴ ψευδομαρτυρήσῃς· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. Ὁ δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. Ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; Ὁ δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.



Ἀπόστολος,

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
Κεφ. ε΄:  8-19

δελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· ― ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνη καὶ ἀληθείᾳ· ― δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· Ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.



Εἰς τόν Ὄρθρον 
Τὸ Δ΄ Ἑωθινόν Εὐαγγέλιον

Ἐκ τοῦ κατά Λουκᾶν 
Κεφ. κδ΄: 1-12

Τῇ μιᾷ τῶν Σαββάτων, ὄρθρου βαθέος, ἦλθον γυναῖκες ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου· καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου ᾿Ιησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Ἐμφόβων δὲ γενομένων αὐτῶν, καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ᾿ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὦν ἐν τῇ Γαλιλαίᾳ, λέγων· Ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ· καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ ᾿Ιωάννα καὶ Μαρία ᾿Ιακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς Ἀποστόλους ταῦτα. Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. Ὁ δὲ Πέτρος, ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα· καὶ ἀπῆλθε, πρὸς ἑαυτόν θαυμάζων τὸ γεγονός.