Κυριακή 12 Αυγούστου 2012

Ψαλμός 50ός και Ωδαί α' και γ'




(Από τον Παρακλητικό Κανόνα εις την Παναγία την Πορταΐτισσα,
Ψάλλει χορός Ιβηριτών πατέρων)


Ψαλμὸς 50ός
 Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστεᾶ τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσιν. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξ ουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.

Καὶ εὐθὺς ψάλλομεν τὸν Κανόνα.
Ἦχος πλ. Δ΄.
ᾨδὴ Α΄. Ἁρμστηλάτην Φαραώ.

Υπεραγία Θεοτόκε...
Τὰ μεγαλεῖα τῆς σεπτῆς εἰκόνος σου, ἀνευφημεῖσαι τολμῶν, ἐν ὑλικῇ γλώσσῃ, καὶ ρυπῶσι χείλεσι· τῆς πυριμόρφου δέομαι καθαρσίου λαβίδος ἧς ῾Ησαΐας ἡξίωται, Μήτηρ τοῦ Θεοῦ ἀπειρόγαμε. 


Υπεραγία Θεοτόκε... 
Ρῶσιν καὶ χάριν ἀληθῆ καὶ ἔλεος, ἡ σὴ ἁγία Εἰκών, δαψιλῶς βλυστάνει, ὡς πηγὴ ἀκένωτος, καὶ θλίψεων τοὺς ἄνθρακας, καταπαύει Παρθένε, δρόσῳ τῆς σῆς ἀγαθότητος πάντων τὰς καρδίας εὐφραίνουσα.

Δόξα...
Ὀδυνηρῶν ἐπιφορῶν ἀπάλλαξον, καὶ νοσημάτων δεινῶν, καὶ τῶν ἐν βίῳ Κόρη περιστάσεων, τοὺς εὐλαβῶς προστρέχοντας, τῇ σεπτῇ σου Εἰκόνι, τῇ δοξασθείσῃ Πανάχραντε, τῇ ἐπισκιάσει τῆς δόξης σου.

Και νυν...
Ὕπερθεν Κόρη τῶν πυλῶν ηὐδοκήσας, τῆς τῶν Ἰβήρων Μονῆς, τὸ θεοειδές σου σωθῆναι Ἐκτύπωμα· ἐντεῦθεν Πορταΐτισσα, φερωνύμως ἐκλήθης, ὡς θυρωρὸς αὐτεπάγγελτος, ταύτης σου τῆς ποίμνης καὶ πρόμαχος.


ᾨδὴ Γ'. Οὐρανίας ἁψίδος.

Υπεραγία Θεοτόκε... 
Ρῦσαι πάσης ἀνάγκης, καὶ προσβολῆς Ἄχραντε, ταύτην σου τὴν ποίμνην Παρθένε, ἀνακειμένην σοι, καὶ πᾶσαν ἄδικον βουλὴν διάλυε τάχος κατ' αὐτῆς δεόμεθα, ὢ Πορταΐτισσα.

Υπεραγία Θεοτόκε... 
Ἔν τῇ σῇ προστασίᾳ καὶ μητρικῇ χάριτι, καὶ συμπαθεστάτῃ προνοίᾳ καὶ ἀντιλήψει σου, ἀεὶ προστρέχοντες, οἱ τὸν σὸν κλῆρον οἰκοῦντες Κόρη Πορταΐτισσα, διασωζόμεθα.

Δόξα...
Ἱλαστήριον θεῖον, ὡς ἀληθῶς ἔδειξας, ἡμῖν Πορταΐτισσα Κόρη, τὸ σὸν Ἐκτύπωμα, ὧ προσπελάζοντες, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἴασιν λαμβάνομεν, τῇ σῇ χρηστότητι.

Και νυν...
Παραδόξως ἀφῖκται, ἡ σὴ Εἰκὼν Ἄχραντε, πάλαι ἐκ Νικαίας ἐν Ἄθῳ τῇ εὐδοκίᾳ σου, καὶ ὑπὲρ ἥλιον, τῆς ἀρωγῆς σου ἀστράπτει, πᾶσι τὰ δωρήματα, τοῖς σὲ δοξάζουσι.


Διάσωσον ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ σῇ σκέπῃ.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.