Παρασκευή 10 Αυγούστου 2012

Ἄξιον ἐστὶν ὡς άληθῶς… καὶ τὰ Μεγαλυνάρια




(Από τον Παρακλητικό Κανόνα εις την Παναγία την Πορταΐτισσα,
Ψάλλει χορός Ιβηριτών πατέρων)



Άξιον εστίν ως αληθώς
μακαρίζειν σε την Θεοτόκον,
την αειμακάριστον και παναμώμητον
και μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβείμ
και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ
την αδιαφθόρως Θεόν Λόγον τεκούσαν,
την όντως Θεοτόκον,
Σε μεγαλύνομεν. 


Πρόσδεξαι τοὺς ὕμνους Μῆτερ Ἁγνή, οὓς ἐν τῷ Ναῷ Σου, Σοὶ προσφέρομεν εὐλαβῶς, καὶ δὸς ἡμῖν χάριν, τοῦ προσκυνεῖν ἀξίως, τὴν πάνσεπτον Εἰκόνα Σου Πορταΐτισσα. 

Ἦκε ξενοτρόπως ἡ σὴ Εἰκών, ἐν τῷ Ὄρει Ἄθω, καὶ έδόθη ὡς θησαυρός, τῇ Μονῇ Ἰβήρων, Ἁγνὴ θεογεννῆτορ· διὸ ὑμνολογοῦμεν τὰ σὰ θαυμάσια. 

Χαῖρε τῶν Ἀγγέλων ᾑ χαρμονή, καὶ Μονῆς Ἰβήρων, Πορταΐτισσα ἀρωγή, καὶ παντὸς τοῦ κόσμου ἐξαίρετος Προστάτις, καὶ κηδεμὼν καὶ σκέπη Θεογεννήτρια. 

Στήλη θεοτύπωτος ἐμφανής, τῆς περὶ ἡμᾶς σου, προστασίας ἡ σὴ Εἰκών, πελει Θεοτόκε· διὸ ἅπας ὁ Ἄθως υμνεί καὶ μεγαλύνει σὲ Πορταΐτισσα. 

Σκέπε τὴν Μονήν σου πάσης ὀργῆς, καὶ βλάβης Παρθένε, καὶ μανίας τοῦ δυσμενοῦς, καὶ ἐν ὥρᾳ δίκης, ἡμᾶς ἀκατακρίτους, φύλαξον Θεοτόκε τοὺς πεποιθότας σοι. 

Τοὺς τοῦ Ὄρους Ἄθω Καθηγητάς, Μοναστὰς Μιγάδας, Ἱεραρχας καὶ Ἀθλητάς, Ὁμολογητάς τε, Ποιμένας καὶ Ὁσίους, τῶν Μοναστῶν τὰ πλήθη, ὕμνοις τιμήσωμεν. 

Πᾶσαι τῶν, Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.