Κυριακή 20 Σεπτεμβρίου 2015

Ἐξαποστειλάρια


(Ζωντανή ἠχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα, Κυριακή μετά τήν Ὓψωσιν, 20 Σεπτεμβρίου 2015)


ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ
Ἦχος β’.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Ὅτι ἅγιος ἐστι.

Ἐξαποστειλάριον Ε’
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπᾳ καὶ τῷ Λουκᾷ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον, ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἡρμήνευεν, ἃ ὑπέστη, μεθ’ ὧν , ἠγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.


Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Ἦχος β’ – Τῶν μαθητῶν ὁρώντων σε
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης΄ Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας΄ Σταυρός, βασιλέων τὸ κραταίωμα΄ Σταυρός, πιστῶν τὸ στήριγμα΄ Σταυρός, Ἀγγέλων ἡ δόξα καὶ τῶν δαιμόνων τὸ τραῦμα.


Ἐξαποστειλάριον τῶν Ἁγίων
Ἦχος γ’ – Ἐν Πνεύματι τῷ Ἱερῷ
Τῆς ἀθανάτου δόξης τε, καὶ ζωῆς τῆς ἀλήκτου, ἐπέτυχες καταλιπών, τὰ τοῦ κόσμου ἡδέα, σὺν παισὶ θεόφροσι, καὶ γυναικὶ πανολβίῳ· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.