Κυριακή 26 Οκτωβρίου 2014

Αἶνοι


(Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα Κυριακή ΣΤ΄Λουκά, 26 Οκτωβρίου 2014)


Ἦχος γ’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.



Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν, Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι’ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῷσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.



Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν Ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.



Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Εἰς τὸ μνῆ­μα σὲ ἐ­πε­ζή­τη­σεν, ἐλ­θοῦ­σα τὴ μί­α τῶν Σαβ­βά­των, Μα­ρί­α ἡ Μα­γδα­λη­νή, μὴ εὑ­ροῦ­σα δὲ ὠ­λο­φύ­ρε­το, κλαυθ­μῶ βο­ώ­σα. Οἶ­μοι! Σω­τήρ μου, πῶς ἐ­κλά­πης πάν­των βα­σι­λεῦ; Ζεῦ­γος δὲ ζω­η­φό­ρων Ἀγ­γέ­λων, ἔν­δο­θεν τοῦ μνη­μεί­ου ἐ­βό­α. Τί κλαί­εις, ὢ γύ­ναι; Κλαί­ω, φη­σίν, ὅ­τι ἦ­ραν τὸν Κύ­ρι­όν μου τοῦ τά­φου, καὶ οὐκ οἶ­δα ποὺ ἔ­θη­καν αὐ­τόν. Αὐ­τὴ δὲ στρα­φεῖ­σα ὀ­πί­σω, ὡς κα­τεῖ­δε σέ, εὐ­θέ­ως ἐ­βό­α: Ὁ Κύ­ρι­ός μου καὶ ὁ Θε­ός μου, δό­ξα σοὶ



Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα. Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὐκ ἒστιν ὧδε, ἀλλ’ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.


ΤΟΥ ΑΓΙΟΥ

Ἦχος πλ. β’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Δεῦρο Μάρτυς Χριστοῦ πρὸς ἡμᾶς, σοῦ δεομένους, συμπαθοῦς ἐπισκέψεως καὶ ῥῦσαι κεκακωμένους, τυραννικαῖς ἀπειλαῖς, καὶ δεινὴ μανία τῆς αἱρέσεως, ὑφ’ ἧς ὡς αἰχμάλωτοι, καὶ γυμνοὶ διωκόμεθα, τόπον ἐκ τόπου, συνεχῶς διαμείβοντες, καὶ πλανώμενοι, ἐν σπηλαίοις καὶ ὄρεσιν. Οἴκτειρον οὖν πανεύφημε, καὶ δὸς ἡμῖν ἄνεσιν, παῦσον τὴν ζάλην καὶ σβέσον, τὴν καθ’ ἡμῶν ἀγανάκτησιν, Θεὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.



Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Δεῦρο Μάρτυς Χριστοῦ πρὸς ἡμᾶς,…



Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Τεῖχος ὠχυρωμένον ἡμῖν, τὰς ἐλεπόλεις τῶν ἐχθρῶν μὴ πτοούμενον, ἐδόθης τὰς τῶν βαρβάρων, ἐπιδρομὰς καταργῶν, καὶ πασῶν τῶν νόσων τὰ συμπτώματα, κρηπὶς ἀκατάβλητος, καὶ θεμέλιος ἄῤῥηκτος, καὶ πολιοῦχος, οἰκιστὴς καὶ ὑπέρμαχος, ἐχρημάτισας, τῇ σῇ πόλει Δημήτριε, ἣν λυτρωθεῖσαν ἒνδοξε, Θεοῦ εὐδοκήσαντος διὰ παντὸς ἐλευθέραν, ταῖς σαῖς πρεσβείαις διάσωσον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.



Στίχ.. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει

Πᾶσαν τὴν ἀρετὴν συλλαβών, τῶν Ἀθλοφόρων ὁ χορὸς ἀναδείκνυται, ἐντεῦθεν τῆς ἀκηράτου, καὶ μακαρίας ζωῆς, τὴν τρυφὴν ἀξίως ἐκληρώσαντο, ἐν οἷς ἀξιάγαστε, διαπρέπων Δημήτριε, καὶ τῇ μιμήσει, τοῦ Χριστοῦ σεμνυνόμενος, καὶ καυχώμενος, τῇ τῆς λόγχης ἰσότητι, αἴτησαι ἐκτενέστερον, ἡμᾶς τοὺς τιμῶντάς σε, τῶν παθημάτων ῥυσθῆναι, καὶ χαλεπῶν περιστάσεων, θερμῶς ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.