Κυριακή 12 Οκτωβρίου 2014

Δοξαστικό Κυριακής Δ΄Λουκά


(Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης
σήμερα Κυριακή Δ΄Λουκά, 12 Οκτωβρίου 2014) 

† ΚΥΡΙΑΚΗ ΙΘ΄ (Δ΄ ΛΟΥΚΑ).
«Τῶν θεοφόρων πατέ­ρων τῆς ἐν Νικαίᾳ ζ΄ Οἰκουμενικῆς συνόδου (787)»

Δόξα Πατρί… Ἦχος πλ. δ’

Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ, οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες΄ Ὢ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάισμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.