Δοξαστικὸν τῶν αἴνων τῆς Γ΄ Κυριακῆς τῶν Νηστειῶν.
Μέλος Θρασυβούλου Στανίτσα 1910-1987
Τὴν ὑψηλόφρονα γνώμην τῶν κακίστων Φαρισαίων ὁ πάντων Κύριος παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε καὶ μὴ ὑψηλοφρονεῖν, παρ' ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν ὑπογραμμὸς καὶ τύπος ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν, ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ ἀπαθής διαμείνας Θεὸς τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Χορωδία του Συλλόγου Ιεροψαλτών της Ιεράς Μητροπόλεως Σερβίων και Κοζάνης "Ιάκωβος Ναυπλιώτης"
Χοράρχης: Σωτήριος Αρβανίτης
(Πρωτοψάλτης-Μουσικοδιδάσκαλος)