(Ζωντανή ηχογράφηση στον Ι.Ν. Παντανάσσης Κατερίνης,
την Κυριακή 7 Σεπτεμβρίου 2014,
στον Εσπερινό της εορτής του Γενεσίου της Θεοτόκου)
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος δ’
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ·
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν,
καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν·
καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν
ζωὴν τὴν αἰώνιον.