Σάββατο 4 Νοεμβρίου 2023

Μή συναπολέσῃς δίκαιον μετά ἀσεβοῦς


Γενέσεως τὸ ἀνάγνωσμα
(Κεφ. ΙΗ’: 20-33)

Εἶπε Κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.

Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με, συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῷ. Καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες, ἦλθον εἰς Σόδομα. 

Ἀβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἔναντι Κυρίου.
 
Καὶ ἐγγίσας Ἀβραάμ, εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής, ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τόν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; Μηδαμῶς σὺ ποιήσῃς ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής, μηδαμῶς, ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν.

Εἶπε δὲ Κύριος· Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω πάντα τὸν τόπον δι' αὐτούς. 

Καὶ ἀποκριθεὶς Ἀβραάμ, εἶπε· Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς, ἕνεκεν τῶν πέντε, πᾶσαν τὴν πόλιν. 

Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω, ἐκεῖ τεσσαρακονταπέντε. Καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· 
Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; 

Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν τεσσαράκοντα. 
Καὶ εἶπε· Μήτι, Κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα;

Καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν τριάκοντα. Καὶ εἶπεν· Ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν Κύριον, ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; 

Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω, ἕνεκεν τῶν εἴκοσι. 
Καὶ εἶπε· Μήτι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; 

Καὶ εἶπεν, οὐκ ἀπολέσω, ἕνεκεν τῶν δέκα. 
Ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραὰμ ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.